previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μέχρι μὲν οὖν τοῖς περὶ Μέτελλον ἐπολέμει, τὰ πλεῖστα κατευτυχεῖν ἐδόκει, γήρᾳ καὶ φυσικῇ βραδυτῆτι τοῦ Μετέλλου πρὸς ἄνδρα τολμητὴν καὶ λῃστρικῆς μᾶλλον στρατιωτικῆς ἡγούμενον δυνάμεως οὐκ ἀναφέροντος: ἐπεὶ δὲ καὶ Πομπηΐῳ τὴν Πυρήνην ὑπερβαλόντι παραστρατοπεδεύσας, καὶ πᾶσαν ἅμα μὲν διδοὺς, ἅμα δὲ λαμβάνων στρατηγικῶν παλαισμάτων πεῖραν, ἀντιτεχνώμενός τε καὶ φυλαττόμενος πλεῖον εἶχε, κομιδῇ διεβοήθη μέχρι Ῥώμης ὡς δεινότατος ὢν [p. 48] πόλεμον μεταχειρίσασθαι τῶν τότε στρατηγῶν. [2] οὐ γάρ τι μικρὸν ἦν τὸ Πομπηΐου κλέος, ἀλλ᾽ ἤνθει τότε μάλιστα πρὸς δόξαν ἐκ τῶν περὶ Σύλλαν ἀνδραγαθημάτων, ἐφ᾽ οἷς καὶ Μᾶγνος ὑπ᾽ αὐτοῦ, τουτέστι Μέγας, ἐπωνομάσθη τιμῶν τε θριαμβικῶν οὔπω γενειῶν ἔτυχεν. ὅθεν καὶ πολλαὶ τῶν ὑπὸ Σερτωρίῳ πόλεων ἀποβλέψασαι πρὸς αὐτὸν ὁρμὴν μεταβολῆς ἔσχον, εἶτα ἐπαύσαντο, τοῦ περὶ Λαύρωνα πάθους παρὰ πᾶσαν ἐλπίδα συμβάντος.

[3] Σερτωρίου γὰρ πολιορκοῦντος αὑτοὺς ἧκε Πομπήϊος πανστρατιᾷ βοηθήσων εἶτα μὲν λόφον εὖ δοκοῦντα πεφυκέναι κατὰ τῆς πόλεως προληψόμενος, δὲ τοῦτο κωλύσων ἠπείγετο. τοῦ δὲ Σερτωρίου φθάσαντος ἐπιστήσας τὸν στρατὸν Πομπήϊος ἔχαιρε τῇ συντυχίᾳ, νομίζων ἐν μέσῳ τῆς πόλεως καὶ τῆς αὐτοῦ στρατιᾶς ἀπειλῆφθαι τὸν Σερτώριον καὶ πρὸς τοὺς Λαυρωνίτας εἰσέπεμψε θαρρεῖν κελεύων καὶ καθῆσθαι περὶ τὰ τείχη θεωμένους πολιορκούμενον Σερτώριον. [4] ἐκεῖνος δ᾽ ἀκούσας ἐγέλασε, καὶ τὸν Σύλλα μαθητὴν οὕτω γὰρ τὸν Πομπήϊον ἐπισκώπτων προσηγόρευεν αὐτὸς ἔφη διδάξειν ὅτι δεῖ τὸν στρατηγὸν κατόπιν μᾶλλον κατὰ πρόσωπον βλέπειν. ταῦτα δὲ λέγων ἅμα τοῖς πολιορκουμένοις ἐπεδείκνυεν ἑξακισχιλίους ὁπλίτας ὑπ᾽ αὐτοῦ καταλελειμμένους ἐπὶ τοῦ προτέρου χάρακος, ὅθεν ὁρμηθεὶς κατειλήφει τὸν λόφον, ὅπως ἐπὶ σφᾶς [p. 50] τρεπομένῳ τῷ Πομπηΐῳ κατὰ νώτου προσπέσοιεν. [5] δὴ καὶ Πομπήϊος ὀψὲ μάλα συμφρονήσας ἐπιχειρεῖν μὲν οὐκ ἐθάρρει κύκλωσιν δεδοικώς, ἀπολιπεῖν δὲ ᾐσχύνετο κινδυνεύοντας ἀνθρώπους, παρὼν δὲ καὶ καθήμενος ἠναγκάζετο ὁρᾶν ἀπολλυμένους: ἀπέγνωσαν γὰρ αὑτοὺς οἱ βάρβαροι καὶ τῷ Σερτωρίῳ παρέδωκαν. [6] δὲ τῶν μὲν σωμάτων ἐφείσατο καὶ πάντας ἀφῆκε, τὴν δὲ πόλιν κατέπρησεν, οὐχ ὑπ᾽ ὀργῆς οὐδ᾽ ὠμότητος, ἐλάχιστα γὰρ δοκεῖ θυμῷ χαρίσασθαι τῶν στρατηγῶν οὗτος ἁνήρ, ἀλλ᾽ ἐπ᾽ αἰσχύνῃ καὶ κατηφείᾳ τῶν τεθαυμακότων Πομπήϊον, ἵνα λόγος ἐν τοῖς βαρβάροις ὅτι παρὼν ἐγγὺς καὶ μονονοὺ θερμαινόμενος τῷ πυρὶ τῶν συμμάχων οὐ προσήμυνεν,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: