previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οὐ μὴν ἀλλὰ τότε γε τῶν Λυσιτανῶν καλούντων ἀπῆρεν ἐκ Λιβύης, καὶ τούτους συνέταττεν εὐθὺς αὐτοκράτωρ στρατηγὸς, καὶ τὴν ἐγγὺς Ἰβηρίαν ὑπήκοον ἐποιεῖτο, τῶν πλείστων [p. 28] ἑκουσίως προστιθεμένων, μάλιστα μὲν διὰ τὸ πρᾷον αὐτοῦ καὶ δραστήριον, ἔστι δὲ καὶ σοφιστικῶς αὐτὸς εἰς ἀπάτην καὶ κήλησιν ἐμηχανᾶτο. καὶ πρῶτόν γε πάντων τὸ περὶ τὴν ἔλαφον. ἦν δὲ τοιόνδε.

[2] Σπανὸς ἀνὴρ δημότης τῶν ἐπὶ χώρας βιούντων ἐλάφῳ νεοτόκῳ φευγούσῃ κυνηγέτας ἐπιτυχών αὐτῆς μὲν ἀπελείφθη, τὴν δὲ νεβρὸν, ἐκπλαγεὶς τῇ καινότητι τῆς χρόας λευκὴ γὰρ ἦν πᾶσα, λαμβάνει διώξας. κατὰ τύχην δὲ Σερτωρίου τοῖς τόποις ἐναυλισαμένου, καὶ πᾶν τις ἐξ ἄγρας γεωργίας ἥκοι κομίζων δῶρον ἀσμένως δεχομένου, καὶ φιλοφρόνως ἀμειβομένου τοὺς θεραπεύοντας, ἐγχειρίζει φέρων αὐτῷ τὴν νεβρὸν. [3] δὲ δεξάμενος αὐτίκα μὲν ἥσθη μετρίως: χρόνῳ δὲ ποιησάμενος τιθασὸν οὕτω καὶ φιλάνθρωπον ὥστε καὶ καλοῦντος ἀκούειν, καὶ βαδίζοντί ποι παρακολουθεῖν, ὄχλου τε καὶ θορύβου παντὸς ἀνέχεσθαι στρατιωτικοῦ, κατὰ μικρὸν ἐξεθείαζε φάσκων Ἀρτέμιδος δῶρον τὴν ἔλαφον εἶναι, καὶ πολλὰ τῶν ἀδήλων ἐπεφήμιζεν αὐτῷ δηλοῦν, γινώσκων εὐάλωτον εἰς δεισιδαιμονίαν εἶναι φύσει τὸ βαρβαρικόν. δὲ καὶ προσετεχνᾶτο τοιάδε: [4] γνοὺς γὰρ ἂν κρύφα τοὺς πολεμίους ἐμβεβληκότας ποι τῆς ὑπ᾽ αὐτὸν χώρας πόλιν ἀφιστάντας, προσεποιεῖτο τὴν ἔλαφον αὐτῷ κατὰ τοὺς ὕπνους διειλέχθαι, κελεύουσαν ἐν ἑτοίμῳ τὰς δυνάμεις ἔχειν, αὖθις δὲ νίκην τινὰ τῶν ἑαυτοῦ στρατη: [p. 30] γῶν ἀκούσας τὸν μὲν ἄγγελον ἔκρυπτε, τὴν δὲ ἔλαφον ἐστεφανωμένην ἐπ᾽ εὐαγγελίοις προῆγεν, εὐθυμεῖσθαι παρακαλῶν καὶ τοῖς θεοῖς θύειν ὡς ἀγαθόν τι πευσομένους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: