previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἠθύμει δὲ δεινῶς διὰ τὸ μηδαμοῦ φανερὰν τὴν ἔλαφον ἐκείνην εἶναι: μηχανῆς γὰρ ἐπὶ τοὺς βαρβάρους ἐστέρητο θαυμαστῆς, τότε δὴ μάλιστα παραμυθίας δεομένους, εἶτα μέντοι νυκτὸς ἄλλως πλανώμενοί τινες ἐπιτυγχάνουσιν αὐτῇ, καί γνωρίσαντες ἀπὸ τῆς χρόας λαμβάνουσιν. [2] ἀκούσας δὲ Σερτώριος ἐκείνοις μὲν ὡμολόγησεν, ἂν μηδενὶ φράσωσι, χρήματα πολλὰ δώσειν, ἀποκρύψας δὲ τὴν ἔλαφον καί διαλιπὼν ὀλίγας ἡμέρας προῄει μάλα φαιδρὸς ἀπ᾽ ὄψεως ἐπὶ τὸ βῆμα, διηγούμενος τοῖς ἡγεμόσι τῶν βαρβάρων ὡς ἀγαθόν τι μέγα τοῦ θεοῦ προμηνύοντος αὐτῷ κατὰ τοὺς ὕπνους: εἶτα ἀναβὰς ἐπὶ τὸ βῆμα τοῖς ἐντυγχάνουσιν ἐχρημάτιζεν. [3] δὲ ἔλαφος ὑπὸ τῶν φυλαττόντων αὐτὴν ἐγγὺς ἀφεθεῖσα καί κατιδοῦσα τὸν Σερτώριον ἐχώρει δρόμῳ περιχαρὴς πρὸς τὸ βῆμα, καί παραστᾶσα τὴν κεφαλὴν ἐπέθηκε ταῖς γόνασιν αὐτοῦ καί τῷ στόματι τῆς δεξιᾶς ἔψαυεν, εἰθισμένη καί πρότερον τοῦτο ποιεῖν. ἀντιφιλοφρονουμένου δὲ τοῦ Σερτωρίου πιθανῶς καί τι καί δακρύσαντος, ἔκπληξις εἶχε τοὺς παρόντας τὸ πρῶτον, εἶτα κρότῳ καί βοῇ τὸν Σερτώριον ὡς δαιμόνιον ἄνδρα καί θεοῖς φίλον οἴκαδε προπέμψαντες ἐν εὐθυμίαις καί χρησταῖς ἐλπίσιν ἦσαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: