previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἦν δὲ καὶ τὰ πρὸς Μιθριδάτην αὐτοῦ πολιτεύματα μεγαλοφροσύνης, ἐπεὶ γὰρ ἐκ τοῦ κατὰ Σύλλαν σφάλματος Μιθριδάτης ὥσπερ εἰς πάλαισμα δεύτερον ἀνιστάμενος αὖθις ἐπεχείρησε τῇ Ἀσίᾳ, μέγα δὲ ἤδη τὸ Σερτωρίου κλέος ἐφοίτα πανταχόσε καὶ τῶν περὶ αὐτοῦ λόγων ὥσπερ φορτίων ξενικῶν οἱ πλέοντες ἀπὸ τῆς ἑσπέρας ἀναπεπλήκεσαν τὸν Πόντον, [2] ὥρμητο διαπρεσβεύεσθαι πρὸς αὐτόν, ἐπηρμένος μάλιστα ταῖς τῶν κολάκων ἀλαζονείαις, οἳ τὸν μὲν Σερτώριον Ἀννίβᾳ, τὸν δὲ Μιθριδάτην Πύρρῳ παρεικάζοντες οὐκ ἂν ἔφασαν Ῥωμαίους πρὸς τηλικαύτας ὁμοῦ φύσεις τε καὶ δυνάμεις ἐπιχειρουμένους διχόθεν ἀντισχεῖν, τοῦ δεινοτάτου στρατηγοῦ τῷ μεγίστῳ τῶν βασιλέων προσγενομένου. [3] πέμπει δὴ πρέσβεις Μιθριδάτης εἰς Ἰβηρίαν [p. 64] γράμματα Σερτωρίῳ καὶ λόγους κομίζοντας, δι᾽ ὧν αὐτὸς μὲν ἐπηγγέλλετο χρήματα καὶ ναῦς παρέξειν εἰς τὸν πόλεμον, ὑπ᾽ ἐκείνου δὲ ἠξίου τὴν Ἀσίαν αὐτῷ βεβαιοῦσθαι πᾶσαν, ἧς ὑπεχώρησε Ῥωμαίοις κατὰ τὰς πρὸς Σύλλαν γενομένας συνθήκας. [4] ἀθροίσαντος δὲ Σερτωρίου βουλήν, ἣν σύγκλητον ὠνόμαζε, καὶ τῶν ἄλλων δέχεσθαι τὰς προκλήσεις καὶ ἀγαπᾶν κελευόντων ὄνομα γὰρ καὶ γράμμα κενὸν αἰτουμένους περὶ τῶν οὐκ ὄντων ἐπ᾽ αὐτοῖς, ἀντὶ τούτων λαμβάνειν ὧν μάλιστα δεόμενοι τυγχάνουσιν, οὐκ ἠνέσχετο Σερτώριος, ἀλλὰ Βιθυνίαν μὲν ἔφη καὶ Καππαδοκίαν λαμβάνοντι Μιθριδάτῃ μὴ φθονεῖν, ἔθνη βασιλευόμενα καὶ μηδὲν προσήκοντα Ῥωμαίοις, [5] ἣν δὲ τῷ δικαιοτάτῳ τρόπῳ Ῥωμαίων κεκτημένων ἐπαρχίαν ἀφελόμενος καὶ κατασχών πολεμῶν μὲν ἐξέπεσεν ὑπὸ Φιμβρίου, σπενδόμενος δὲ πρὸς Σύλλαν ἀφῆκε, ταύτην οὐκ ἔφη περιόψεσθαι πάλιν ὑπ᾽ ἐκείνῳ γενομένην δεῖν γὰρ αὔξεσθαι τὴν πόλιν ὑπ᾽ αὐτοῦ κρατοῦντος, οὐκ ἐλαττώσει τῶν ἐκείνης κρατεῖν αὐτόν γενναίῳ γὰρ ἀνδρὶ μετὰ τοῦ καλοῦ νικᾶν αἱρετόν, αἰσχρῶς δὲ οὐδὲ σῴζεσθαι,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: