previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἔκ τε δὴ τούτων θαυμαζόμενος ἠγαπᾶτο παρὰ τοῖς βαρβάροις Σερτώριος, καὶ ὅτι Ῥωμαϊκοῖς ὁπλισμοῖς καὶ τάξεσι καὶ συνθήμασιν ἀφαιρῶν τὸ μανικὸν καὶ θηριῶδες αὑτῶν τῆς ἀλκῆς ἀντὶ λῃστηρίου μεγάλου στρατὸν ἐποιεῖτο τὴν δύναμιν, [2] ἔτι δ᾽ ἀργύρῳ χρώμενος ἀφειδῶς καὶ χρυσῷ κράνη τε κατεκόσμει καὶ θυρεοὺς αὑτῶν διεποίκιλλε, καὶ χλαμύσιν ἀνθιναῖς καὶ χιτῶσι χρῆσθαι διδάσκων καὶ χορηγῶν εἰς ταῦτα καὶ συμφιλοκαλῶν ἐδημαγώγει. μάλιστα δὲ εἷλεν αὐτοὺς τὰ τῶν παίδων, τοὺς γὰρ εὐγενεστάτους ἀπὸ τῶν ἐθνῶν συναγαγὼν εἰς Ὄσκαν, πόλιν μεγάλην, διδασκάλους ἐπιστήσας [p. 38] Ἑλληνικῶν τε καὶ Ῥωμαϊκῶν μαθημάτων ἔργῳ μὲν ἐξωμηρεύσατο, λόγῳ δὲ ἐπαίδευεν, ὡς ἀνδράσι γενομένοις πολιτείας τε μεταδώσων καὶ ἀρχῆς. [3] οἱ δὲ πατέρες ἥδοντο θαυμαστῶς τοὺς παῖδας ἐν περιπορφύροις ὁρῶντες μάλα κοσμίως φοιτῶντας εἰς τὰ διδασκαλεῖα, καὶ τὸν Σερτώριον ὑπὲρ αὑτῶν μισθοὺς τελοῦντα, καὶ πολλάκις ἀποδείξεις λαμβάνοντα, καὶ γέρα τοῖς ἀξίοις νέμοντα, καὶ τὰ χρυσᾶ περιδέραια δωρούμενον Ῥωμαῖοι βούλλας καλοῦσιν. [4] ἔθους δ᾽ ὄντος Ἰβηρικοῦ τοὺς περὶ τὸν ἄρχοντα τεταγμένους συναποθνῄσκειν αὐτῷ πεσόντι, καὶ τοῦτο τῶν ἐκεῖ βαρβάρων κατάσπεισιν ὀνομαζόντων, τοῖς μὲν ἄλλοις ἡγεμόσιν ὀλίγοι τῶν ὑπασπιστῶν καὶ τῶν ἑταίρων, Σερτωρίῳ δὲ πολλαὶ μυριάδες ἀνθρώπων κατεσπεικότων ἑαυτοὺς ἠκολούθουν. [5] λέγεται δὲ πρός τινι πόλει τροπῆς γενομένης καὶ τῶν πολεμίων ἐπικειμένων τοὺς Ἴβηρας ἀμελήσαντας αὑτῶν τὸν Σερτώριον σῴζειν καὶ τοῖς ὤμοις ἐπαραμένους ἄλλους πρὸ ἄλλων ἀνακουφίσαι πρὸς τὰ τείχη, γενομένου δ᾽ ἐν ἀσφαλεῖ τοῦ ἄρχοντος, οὕτω τρέπεσθαι πρὸς φυγὴν ἕκαστον αὑτῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: