previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Μαρίου δὲ καταπλεύσαντος ἐκ Λιβύης καὶ τῷ Κίννᾳ προστιθέντος ἑαυτὸν ὡς ἰδιώτην ὑπάτῳ, τοῖς μὲν ἄλλοις ἐδόκει δέχεσθαι, Σερτώριος δὲ ἀπηγόρευεν, εἴτε τὸν Κίνναν ἧττον οἰόμενος ἑαυτῷ προσέξειν ἀνδρὸς ἡγεμονικωτέρου παρόντος, εἴτε τὴν βαρύτητα τοῦ Μαρίου δεδοικώς, μὴ πάντα τὰ πράγματα συγχέῃ θυμῷ μέτρον οὐκ ἔχοντι, πέρα δίκης ἐν τῷ κρατεῖν προερχόμενος, [2] ἔλεγεν οὖν μικρὸν εἶναι τὸ ὑπολειπόμενον ἔργον αὐτοῖς ἤδη κρατοῦσι, δεξαμένων δὲ τὸν Μάριον τὸ σύμπαν οἴσεσθαι τῆς δόξης ἐκεῖνον καὶ τῆς δυνάμεως, χαλεπὸν ὄντα πρὸς κοινωνίαν ἀρχῆς καὶ ἄπιστον. εἰπόντος δὲ τοῦ Κίννα ταῦτα μὲν ὀρθῶς ὑπολογίζεσθαι τὸν Σερτώριον, αἰδεῖσθαι δὲ καὶ διαπορεῖν ὅπως ἀπώσεται τὸν Μάριον αὐτὸς ἐπὶ κοινωνίᾳ πραγμάτων κεκληκώς, ὑπολαβὼν [3] Σερτώριος εἶπενἀλλ᾽ ἐγὼ μὲν αὐτὸν ἀφ᾽ ἑαυτοῦ Μάριον ἥκειν νομίζων εἰς Ἰταλίαν τὸ συμφέρον ἐσκόπουν σοὶ δὲ τὴν ἀρχὴν οὐδὲ βουλεύεσθαι καλῶς εἶχεν ἥκοντος ὃν αὐτὸς ἐλθεῖν ἠξίωσας, ἀλλὰ χρῆσθαι καὶ δέχεσθαι, τῆς [p. 14] πίστεως μηδενὶ λογισμῷ χώραν διδούσηςοὕτως μεταπέμπεται τὸν Μάριον Κίννας: καὶ τριχῇ τῆς δυνάμεως διανεμηθείσης ἦρχον οἱ τρεῖς.

[4] διαπολεμηθέντος δὲ τοῦ πολέμου καὶ τῶν περὶ τὸν Κίνναν καὶ Μάριον ἐμφορουμένων ὕβρεώς τε καὶ πικρίας ἁπάσης, ὥστε χρυσὸν ἀποδεῖξαι Ῥωμαίοις τὰ τοῦ πολέμου κακά, Σερτώριος λέγεται μόνος οὔτε ἀποκτεῖναί τινα πρὸς ὀργὴν οὔτε ἐνυβρίσαι κρατῶν, ἀλλὰ καὶ τῷ Μαρίῳ δυσχεραίνειν καὶ τὸν Κίνναν ἐντυγχάνων ἰδίᾳ καὶ δεόμενος μετριώτερον ποιεῖν. [5] τέλος δὲ τῶν δούλων, οὓς Μάριος συμμάχους μὲν ἐν τῷ πολέμῳ δορυφόρους δὲ τῆς τυραννίδος ἔχων ἰσχυροὺς καὶ πλουσίους ἐποίησε, τὰ μὲν ἐκείνου διδόντος καὶ κελεύοντος, τὰ δὲ καὶ βίᾳ παρανομούντων εἰς τοὺς δεσπότας, σφαττόντων μὲν αὐτούς, ταῖς δὲ δεσποίναις πλησιαζόντων καὶ βιαζομένων τοὺς παῖδας, οὐκ ἀνασχετὰ ποιούμενος Σερτώριος ἅπαντας ἐν ταὐτῷ στρατοπεδεύοντας κατηκόντισεν, οὐκ ἐλάττους τετρακισχιλίων ὄντας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: