previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐν δ᾽ Ἰβηρίᾳ τῶν περὶ Σερτώριον συγκλητικῶν καὶ ἰσοτίμων, ὡς πρῶτον εἰς ἀντίπαλον ἐλπίδα κατέστησαν, ἐπανέντος τοῦ φόβου, φθόνος ἥπτετο καὶ ζῆλος ἀνόητος τῆς ἐκείνου δυνάμεως, ἐνῆγε δὲ Περπέννας δι᾽ εὐγένειαν ἐπαιρόμενος φρονήματι κενῷ πρὸς τὴν ἡγεμονίαν, καὶ λόγους μοχθηροὺς διεδίδου κρύφα τοῖς ἐπιτηδείοις: [2]τίς ἄρα πονηρὸς ἡμᾶς ὑπολαβὼν ἐκ κακῶν εἰς χείρονα φέρει δαίμων, οἳ Σύλλᾳ μὲν ὁμοῦ τι συμπάσης ἄρχοντι γῆς καὶ θαλάττης ποιεῖν τὸ προσταττόμενον οὐκ ἠξιοῦμεν οἴκοι μένοντες, δεῦρο δὲ φθαρέντες ὡς ἐλεύθεροι βιωσόμενοι [p. 68] δουλεύομεν ἑκουσίως τὴν Σερτωρίου δορυφοροῦντες φυγήν, ὄνομα χλευαζόμενον ὑπὸ τῶν ἀκουόντων, σύγκλητος, ὄντες, ὕβρεις δὲ καὶ προστάγματα καὶ πόνους οὐκ ἐλάττονας Ἰβήρων καὶ Λυσιτανῶν ὑπομένοντες;’ [3] τοιούτων ἀναπιμπλάμενοι λόγων οἱ πολλοὶ φανερῶς μὲν οὐκ ἀφίσταντο, δεδοικότες αὐτοῦ τὴν δύναμιν, κρύφα δὲ τάς τε πράξεις ἐλυμαίνοντο, καὶ τοὺς βαρβάρους ἐκάκουν κολάζοντες πικρῶς καὶ δασμολογοῦντες, ὡς Σερτωρίου κελεύοντος. ἐξ ὧν ἀποστάσεις ἐγίνοντο καὶ ταραχαὶ περὶ τάς πόλεις, [4] οἱ δὲ πεμπόμενοι ταῦτα θεραπεύειν καὶ ἀποπραΰνειν ἐπανήρχοντο πλείονας ἐξειργασμένοι πολέμους καὶ τάς ὑπαρχούσας ηὐξηκότες ἀπειθείας, ὥστε τὸν Σερτώριον ἐκ τῆς προτέρας ἐπιεικείας καὶ πρᾳότητος μεταβαλόντα περὶ τοὺς ἐν Ὄσκῃ τρεφομένους παρανομῆσαι παῖδας τῶν Ἰβήρων, τοὺς μὲν ἀνελόντα, τοὺς δὲ ἀποδόμενον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: