previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ταῦτα ἀπαγγελθέντα Μιθριδάτης διὰ θάμβους ἐποιεῖτο: καὶ λέγεται μὲν εἰπεῖν πρὸς τοὺς φίλους: ‘τί δῆτα προστάξει Σερτώριος ἐν Παλατίῳ καθεζόμενος, εἰ νῦν εἰς τὴν Ἀτλαντικὴν ἐξεωσμένος θάλασσαν ὅρους ἡμῶν τῇ βασιλείᾳ τίθησι καὶ πειρωμένοις Ἀσίας ἀπειλεῖ πόλεμον;’ [p. 66] [2] οὐ μὴν ἀλλὰ γίνονταί γε συνθῆκαι καὶ ὅρκοι, Καππαδοκίαν καὶ Βιθυνίαν ἔχειν Μιθριδάτην: Σερτωρίου στρατηγὸν αὐτῷ καὶ στρατιώτας πέμποντος, Σερτώριον δὲ παρὰ Μιθριδάτου λαβεῖν τρισχίλια τάλαντα καὶ τεσσαράκοντα ναῦς. [3] πέμπεται δὲ καὶ στρατηγὸς εἰς Ἀσίαν ὑπὸ Σερτωρίου τῶν ἀπὸ βουλῆς πεφευγότων πρὸς αὐτὸν Μᾶρκος Μάριος, συνεξελών τινας πόλεις τῶν Ἀσιάδων Μιθριδάτης εἰσελαύνοντι μετὰ ῥάβδων καὶ πελέκεων αὐτὸς εἵπετο δευτέραν τάξιν καὶ σχῆμα θεραπεύοντος ἑκουσίως ἀνειληφώς. [4] δὲ τὰς μὲν ἠλευθέρου, ταῖς δὲ ἀτέλειαν γράφων χάριτι Σερτωρίου κατήγγελεν, ὥστε τὴν Ἀσίαν αὖθις ἐνοχλουμένην μὲν ὑπὸ τῶν τελωνῶν, βαρυνομένην δὲ ταῖς πλεονεξίαις καὶ ὑπερηφανίαις τῶν ἐπισκήνων, ἀναπτοηθῆναι πρὸς τὴν ἐλπίδα καὶ ποθεῖν τὴν προσδοκωμένην μεταβολὴν τῆς ἡγεμονίας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: