Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ τι χρηστόν: εἰ δὲ μή, τὸ λεγόμενον τοὐναντίον ἀμφισβητήσιμον ἔχει τὴν ὑπόνοιαν. ὁ γὰρ τῷ πάνυ πλουσίῳ τοὺς δανειστὰς ἐπάξειν λέγων, ἢ τὸν ὑδροπότην καὶ σώφρονα παροινεῖν καὶ μεθύειν, ἢ τὸν εὐδάπανον καὶ μεγαλοπρεπῆ καὶ χαριστικὸν κίμβικα καὶ κυμινοπρίστην 1 προσαγορεύων, ἢ τὸν ἐν συνηγορίαις καὶ πολιτείαις μέγαν ἀπειλῶν ἐν ἀγορᾷ λήψεσθαι, διάχυσιν καὶ μειδίαμα παρέσχεν. οὕτως ὁ Κῦρος 2 ἐν οἷς ἐλείπετο τῶν ἑταίρων, εἰς ταῦτα προκαλούμενος ἐγίγνετο προσηνὴς καὶ κεχαρισμένος. [p. 59] καὶ τοῦ Ἰσμηνίου τῇ θυσίᾳ προσαυλοῦντος, ὡς οὐκ ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.