Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ τοὺς τέττιγας, ἱεροὺς καὶ μουσικοὺς ὄντας, ἀποκτίννυσι καὶ σιτεῖται: καὶ πρόσγειος αὐτῆς ἡ πτῆσίς ἐστι, τὰ μικρὰ καὶ λεπτὰ τῶν ζῴων ἀγρευούσης, ὥς φησιν Ἀριστοτέλης 1: ἔπειτα μόνη τῶν ὁμωροφίων ἀσύμβολος ἐνοικεῖ καὶ ἀτελὴς ἐνδιαιτᾶται. καίτοι ὅ γε πελαργὸς οὔτε σκέπης μετέχων οὔτ᾽ ἀλέας οὔτ᾽ ἀδείας τινὸς ἢ βοηθείας παρ᾽ ἡμῖν, ἐπίβαθρόν τι γῆς 2 δίδωσι: τὰ γὰρ ἐπίβουλα καὶ πολέμια τῶν ἀνθρώπων, φρύνους καὶ ὄφεις, ἀναιρεῖ περιιών: ἡ δὲ πάντων τυχοῦσα τούτων, ὅταν ἐκθρέψῃ ’
1 Ἀριστοτέλης] Fragm. 353
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.