Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ μέτρῳ καλλωπίζεται τῷ ἴσῳ πρὸς ἀνίσους: τὸ γὰρ αὐτὸ τῷ μικροῦ δεομένῳ πλέον ἐστὶ τῷ δὲ μείζονος ἔλαττον. ὥσπερ οὖν, ὦ ἑταῖρ᾽, ὁ 1 κάμνουσι πολλοῖς ἴσα φάρμακα μέτροις ἀκριβέσι καὶ σταθμοῖς διανέμων παγγέλοιος, οὕτω τοιοῦτος ἑστιάτωρ οἷος ἀνθρώπους οὔτε διψῶντας ὡσαύτως οὔτε πεινῶντας εἰς ταὐτὸ συναγαγὼν ἀπὸ τῶν ἴσων θεραπεύειν ἅπαντας, ἀριθμητικῶς οὐ γεωμετρικῶς ὁρίζων τὸ δίκαιον καὶ μέτριον 2. εἰς καπήλου μὲν οὖν φοιτῶμεν ἑνὶ χρώμενοι μέτρῳ τῷ δημοσίῳ πάντες: ἐπὶ δεῖπνον 3 δ᾽ ἕκαστος ἰδίαν ἥκει γαστέρα κομίζων, ἣν οὐ ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.