Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ᾧ καθ᾽ ἡδονὰς πρὸς ἄλληλα τρέπεται, καὶ συνδυαζόμενα τῇ μίξει τὰ μὲν ᾠοτοκεῖν τὰ δὲ ζῳοτοκεῖν πέφυκε. καὶ τούτῳ μάλιστα δῆλόν ἐστιν, ὅτι τὴν πρώτην γένεσιν ἐκ γῆς λαβόντα καθ᾽ ἕτερον τρόπον ἤδη καὶ: δι᾽ ἀλλήλων ποιεῖται τὰς τεκνώσεις. καθόλου δ᾽ ὅμοιόν ἐστι τῷ λέγειν, πρὸ τῆς γυναικὸς [p. 73] ἡ μήτρα γέγονεν: ὡς γὰρ ἡ μήτρα πρὸς τὸ ᾠόν 1, οὕτω πάλιν τὸ ᾠὸν πρὸς τὸν νεοσσὸν πέφυκε, κυόμενον ἐν αὐτῷ καὶ λοχευόμενον ὥστε μηδὲν διαφέρειν τὸν διαποροῦντα, πῶς ὄρνιθες ἐγένοντο μὴ γενομένων ᾠῶν, τοῦ πυνθανομένου, πῶς ἄνδρες ἐγένοντο καὶ γυναῖκες πρὶν αἰδοῖα γενέσθαι καὶ μήτρας. καίτοι τῶν μερῶν τὰ πλεῖστα συνυφίσταται τοῖς ὅλοις, αἱ δὲ δυνάμεις ἐπιγίνονται τοῖς ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.