previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

βούλει λέγε, τοσούτῳ δ᾽ οὖν ἐκεῖνον ὑπερεβάλετο πᾶσι [p. 239] τοῖς εἰς αὐτὸν ἐλθοῦσι πῶς ἂν εἴποιμι ὁμολογουμένως, ὅσῳ Ξέρξης Δαρεῖον ταῖς παρασκευαῖς ἅπασι δῆλός ἐστιν ὑπερβαλόμενος. καὶ μὴν μὲν τοὺς ὑπάρχους τοῦ βασιλέως, δ᾽ αὐτὸν ἐνίκα βασιλέα: καὶ μετὰ μέν γε τὴν Μαραθῶνι μάχην αὖθις ἐπεστράτευσε, μετὰ δὲ τὴν ἐν Σαλαμῖνι ναυμαχίαν φεύγων ᾤχετο. πρὸς μὲν γὰρ ἐκείνην τὴν ἧτταν παρωξύνθη, πρὸς δὲ ταύτην ἀπεῖπεν, ὥσθ᾽ ἱκανὸν κέρδος ἡγεῖτο, ἂν σωθῇ. ᾔδει γὰρ τότε μὲν πολλοστὸν μέρος τῆς πάσης ἐλθὸν δυνάμεως, νῦν δὲ σχεδὸν μετὰ πάντων ἀνθρώπων ἡττώμενος. οὔτ᾽ οὖν αὐτὸς ἐθάρρει μένειν οὔτ᾽ ἄλλον ἔπεμψε τοῦ λοιποῦ: οὐ γὰρ ἦν τι ἐλπίσοι. ἀλλὰ καὶ ὃν κατέλιπε Μαρδόνιον θανατῶντα ὡς εἰπεῖν κατέλιπε, καὶ ἅμα ἐμοὶ δοκεῖν ὅπως ἔχοιεν πρὸς ὃν ἀσχολοῖντο οἱ Ἕλληνες. Μιλτιάδῃ μὲν οὖν εἰς ἓν κεφάλαιον τῆς ἀνδρείας ἀπόδειξις ἧκεν, εἰ καὶ τὰ μάλιστα ἐχρῆτο αὐτῇ παρὰ πᾶσαν τὴν πολιτείαν: Θεμιστοκλέα δὲ τὰ δεύτερα ἀεὶ τῶν προτέρων μείζονα ἐξεδέχετο καὶ τὸ τῆς παροιμίας αὐτῷ περιειστήκει: τὸ μὲν γὰρ ἔλιπεν αὐτὸν κῦμα, τὸ δὲ ἐγκατελάμβανεν, ἕως διεξῆλθε διὰ τῶν τρικυμιῶν νικῶν. καὶ Μιλτιάδῃ μὲν σχεδὸν ἀνδρείας μᾶλλον σοφίας ἔδει πρὸς τὰ παρόντα, Θεμιστοκλεῖ δὲ ἀνδρείας μὲν οὐχ ἧττον, εἰ μὴ καὶ μᾶλλον, ὅσῳ καὶ μείζους οἱ φόβοι: πρὸς δὲ τούτῳ καὶ ἄλλων πολλῶν καὶ οὐδὲν ἀτιμοτέρων ὑπεύθυνος ἦν ἐκ τῶν περιεστηκότων, συνέσεως, [p. 240] μαντικῆς μὲν οὖν ὡς εἰπεῖν, μεγαλοψυχίας, δεινότητος, πραότητος, καρτερίας, εὐαρμοστίας πρὸς τοὺς καιροὺς, πρὸς τὰ πράγματα, πρὸς τοὺς ἄνδρας τοὺς ἀπὸ τῆς πόλεως, τοὺς ἀπὸ τῆς Ἑλλάδος, τοὺς πολεμίους. καί μοι δοκεῖ τὸ μὲν Μιλτιάδου στρατηγίᾳ μᾶλλον ἐοικὸς


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: