previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

συμβῆναι πρὸς τοὺς βαρβάρους, τὸ δὲ τοῦ Θεμιστοκλέους ἀκριβῶς πολιτεία γενέσθαι ἐν ἅπασι τοῖς Ἕλλησιν ἐξεταζομένη. τοσαῦτ᾽ ἦν τὰ πραττόμενα καὶ δημιουργούμενα, τὰ μὲν ἐν τῇ γῇ, τὰ δ᾽ ἐν τῇ θαλάττῃ: περὶ ὧν ἔμοιγε δοκεῖ καὶ Ὅμηρος ἂν, εἰ περιῆν, βουληθεὶς εἰπεῖν οὐχ ἧττον καλέσαι τὰς Μούσας περὶ τοῦ πῶς ἐνεπρήσθη ναῦς μία τῶν Θετταλῶν: εἰ δὲ βούλει, τίς πρῶτος ἀντῆρε τῷ Ἀγαμέμνονι τῶν ἐπικούρων τῶν Τρώων αὐτῶν. μᾶλλον δὲ τοῦτο μὲν οὐκ εἶχεν οἶμαι πυθέσθαι τίς ἦν πρῶτος ἀντάρας τῷ βασιλεῖ τῆς Ἀσίας, μικροῦ καὶ τῆς Εὐρώπης: ἀπὸ ποίων δέ τινων ἔργων λόγων ταῦτα ἠδυνήθη τελέσασθαι καὶ πρὸς πόσας τινὰς τῶν πολεμίων ναῦς καὶ πρὸς ποίαν τινὰ τὴν πᾶσαν παρασκευὴν καὶ ἔφοδον τοῦ βαρβάρου παρετάξατο, καὶ πῶς εἶχε τότε τἀνθρώπεια, τοῦτ᾽ ἔμοιγ᾽ ἂν ἐρωτᾶν δοκεῖ καὶ δεῖσθαι φράζειν, εἴπερ καὶ κατὰ μικρὸν ἔμελλε τῆς ἀξίας ἐφάψεσθαι. τί οὖν κωλύει καὶ νῦν ἡμᾶς, ἀρχὴ δὲ ἡμῖν ἐκ θεῶν, ἐξετάσαι πάλιν πῶς εἶχε τὰ τῶν καιρῶν, τὸν αὐτὸν τρόπον ὅνπερ ἀρτίως ἐξητάσαμεν, καὶ δεῖξαι διὰ βραχέων ἐν ποίοις τισὶ πράγμασι ποῖός τις ἦν Θεμιστοκλῆς; καίτοι τοῦτό γε οὐδὲν ἴσως προὔργου. γὰρ οὐκ ἔστιν ἐνδείξασθαι τῷ λόγῳ, πῶς ἄν τις ἐκ τούτων ἐκεῖνον θεωρήσειε; πλὴν εἰ τοῦτό γε αὐτὸ ἐνθυμηθεὶς, ὅτι ὑπὲρ ὧν οὐδ᾽ εἰπεῖν ὡς βούλεταί τις [p. 241]ἐγχωρεῖ, ταῦτ᾽ ἐκεῖνος μετεχείρισεν ὡς ἐβούλετο. δέκα μὲν γὰρ ἑξῆς ἔτη ὤδινεν ἅπασα ἤπειρος, φιλονεικοῦντες ἅπαντες ἄνθρωποι δίκην τῆς Μαραθῶνι μάχης λαβεῖν, ἡτοιμάζετο δὲ ἐκ πάσης γῆς καὶ θαλάττης πάντα. Αἰγύπτου δὲ ἀποστάσης ἐν τῷ διὰ μέσου βασιλεὺς οὐδὲν σπουδάσας αὖθις ἦν ἐν τοῖς αὐτοῖς: οὕτω ῥᾳδίως ἐκείνην παρεστήσατο. δεκάτῳ δὲ ἔτει συνῆλθον ἐσχατιαὶ πᾶσαι καὶ γένη


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: