previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀμφιλοχίῳ, ἐπισκόπῳ Ἰκονίου.

Ὀλίγας εὑρίσκω τοῦ γράφειν πρὸς τὴν θεοσέβειάν σου τὰς ἀφορμάς, καὶ λυπεῖ με τοῦτο οὐ σμικρῶς. ὅμοιον γάρ, ὥσπερ ἂν εἰ καὶ ἐξὸν πολλάκις ὁρᾷν σε καὶ ἀπολαύειν σου, ὀλιγάκις ἐποίουν τοῦτο. ἀλλ̓ οὐκ ἔξεστί μοι γράφειν δἰ ἀπορίαν τῶν ἐντεῦθεν πρὸς ὑμᾶς ἀφικνουμένων: ἐπεὶ οὐδὲν ἐκώλυεν, οἱονεὶ ἐφημερίδα τοῦ ἐμοῦ βίου τὰ γράμματα εἶναι, τὰ καθ̓ ἑκάστην ἡμέραν συμπίπτοντα διαγγέλλειν σου τῇ ἀγάπῃ. ἐμοί τε γὰρ κουφισμὸν φέρει τὸ ἀνακοινοῦσθαί σοι τὰ καθ̓ ἡμᾶς, σέ τε οἶδα οὐδὲν οὕτω μεριμνῶντα, ὡς [p. 360] τὰ ἡμέτερα. ἀλλὰ νῦν Ἐλπίδιος πρὸς τὸν ἑαυτοῦ δεσπότην ἐπειγόμενος, τοῦ ἀποδύσασθαι τὰς διαβολὰς τὰς ψευδῶς αὐτῷ παρά τινων ἐχθρῶν κατασκευασθείσας, ᾔτησεν ἡμᾶς τὴν ἐπιστολήν. δἰ οὗ καὶ προσφθεγγόμεθά σου τὴν εὐλάβειαν, καὶ συνιστῶμέν σοι τὸν ἄνδρα διά τε τὸ δίκαιον ἄξιον ὄντα τῆς παρὰ σοῦ προστασίας καὶ δἰ ἡμᾶς: οἳ εἰ καὶ μηδὲν ἄλλο ἔχομεν αὐτῷ μαρτυρεῖν, ἀλλ̓ ὅτι περὶ πολλοῦ ἐποιήσατο γραμμάτων ἡμετέρων γενέσθαι διάκονος, τοῦτόν τε ἔχε ἐν τοῖς οἰκείοις, καὶ ἡμῶν μέμνησο, καὶ ὑπὲρ τῆς ἐκκλησίας εὔχου. Γίνωσκε δέ, ὅτι μὲν θεοφιλέστατος ἀδελφὸς ἡμῶν ὑπερόριός ἐστι, τὰς ὀχλήσεις μὴ φέρων τῶν ἀναισχύντων. Δόαρα δὲ χειμάζεται, τοῦ κήτους τοῦ πολυσάρκου τὰ ἐκεῖ συνταράσσοντος. ἡμῖν δὲ οἱ ἐχθροὶ τὰς ἐπιβουλὰς ἐπὶ τοῦ στρατοπέδου τυρεύουσιν, ὡς τῶν εἰδότων λόγος: δὲ χεὶρ τοῦ Κυρίου τέως ἐστὶ μεθ̓ ἡμῶν. μόνον εὔχου μὴ ἐγκαταλειφθῆναι ἡμᾶς εἰς τέλος. καὶ γὰρ καὶ ἀδελφὸς διάγει ἄνετος: καὶ Δόαρα τὸν παλαιὸν ἀπέλαβε μουλίωνα: πλέον δὲ ἔχει οὐδέν: καὶ τὰς βουλὰς τῶν ἐχθρῶν ἡμῶν διασκεδάσει Κύριος. πάντων μέντοι καὶ τῶν παρόντων καὶ τῶν προσδοκωμένων λυπηρῶν λύσις ἡμῖν τὸ σὲ θεάσασθαι. ὥστε ἐὰν γένηταί σοί ποτε δυνατόν, ἕως ἔτι ἐσμὲν ὑπὲρ γῆς, καταξίωσον ἡμᾶς ἰδεῖν. [p. 362] Τὸ περὶ τοῦ Πνεύματος βιβλίον γέγραπται μὲν ἡμῖν καὶ ἐξείργασται, ὡς αὐτὸς οἶδας: ἀποστεῖλαι δὲ ἐν χάρτῃ γεγραμμένον ἐκώλυσάν με οἱ μετ̓ ἐμοῦ ἀδελφοί, εἰπόντες παρὰ τῆς εὐγενείας σου ἐντολὰς ἔχειν ἐν σωματίῳ γράψαι. ἵν̓ οὖν μή τι δόξωμεν ὑπεναντίον ποιεῖν τῷ προστάγματί σου, ἐπέσχομεν νῦν, ἀποστελοῦμεν δὲ μικρὸν ὕστερον, μόνον ἐάν τινος ἐπιτηδείου τοῦ διακομίζοντος ἐπιτύχωμεν. ἐρρωμένος καὶ εὔθυμος εὐχόμενος τῷ Κυρίῳ ὑπὲρ ἡμῶν χαρισθείης μοι καὶ τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ τῇ τοῦ ἁγίου φιλανθρωπίᾳ.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: