previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Λέγει οὖν Μενέλαοςτὸ μὲν κεφάλαιον τῆς ἐμῆς ἀποδημίας ἔρως βάσκανος καὶ θήρα δυστυχής. Ἤρων μειρακίου καλοῦ, τὸ δὲ μειράκιον φιλόθηρον ἦν. Ἐπεῖχον τὰ πολλά, κρατεῖν οὐκ ἠδυνάμην: ὡς [p. 83] δ̓ οὐκ ἔπειθον, εἱπόμην ἐπὶ τὰς ἄγρας κἀγώ. [2] Ἐθηρῶμεν οὖν ἱππεύοντες ἄμφω καὶ τὰ πρῶτα εὐτυχοῦμεν, [3] τὰ λεπτὰ διώκοντες τῶν θηρίων. Ἐξαίφνης δὲ σῦς τῆς ὕλης προπηδᾷ, καὶ τὸ μειράκιον ἐδίωκε: καὶ σῦς ἐπιστρέφει τὴν γένυν καὶ ἀντιπρόσωπος ἐχώρει δρόμῳ, καὶ τὸ μειράκιον οὐκ ἐξετρέπετο, βοῶντος ἐμοῦ καὶ κεκραγότοςἕλκε τὸν ἵππον, μετένεγκε τὰς ἡνίας, πονηρὸν τὸ θηρίον:’ ᾄξας δὲ σῦς σπουδῇ ἔτρεχεν ὡς ἐπ̓ αὐτό. [4] Καὶ οἱ μὲν συνέπιπτον ἀλλήλοις, ἐμὲ δὲ τρόμος, ὡς εἶδον, λαμβάνει καὶ φοβούμενος μὴ φθάσῃ τὸ θηρίον καὶ πατάξῃ τὸν ἵππον, ἐναγκυλησάμενος τὸ ἀκόντιον, πρὶν ἀκριβῶς καταστοχάσασθαι τοῦ σκοποῦ, πέμπω τὸ βέλος, τὸ δὲ μειράκιον παραθέον ἁρπάζει τὴν βολήν. [5] Τίνα οἴει με τότε ψυχὴν ἔχειν, εἰ καὶ ψυχὴν εἶχον ὅλως; Τὸ δὲ οἰκτρότερον, τὰς χεῖρας ὤρεγέ μοι μικρὸν ἔτι ἐμπνέων καὶ περιέβαλλε καὶ ἀποθνήσκων οὐκ ἐμίσει με τὸν πονηρὸν ὑπ̓ ἐμοῦ πεφονευμένος, ἀλλὰ τὴν ψυχὴν ἀφῆκε τῇ φονευσάσῃ περιπλεκόμενος δεξιᾷ. [6] Ἄγουσιν οὖν με ἐπὶ τὸ δικαστήριον οἱ τοῦ μειρακίου γονεῖς οὐκ ἄκοντα: καὶ γὰρ παρελθὼν ἀπελογούμην οὐδέν, θανάτου δὲ ἐτιμώμην ἐμαυτῷ. Ἐλεήσαντες οὖν οἱ δικασταὶ προσετίμησάν μοι τριετῆ φυγήν: ἧς νῦν τέλος ἐχούσης, αὖθις ἐπὶ τὴν ἐμαυτοῦ καταίρω.’ [7] Ἐπεδάκρυσεν Κλεινίας αὐτοῦ λέγοντος Πάτροκλον πρόφασιν, ἀναμνησθεὶς Χαρικλέους: καὶ Μενέλαοςτἀμὰ δακρύειςἔφη καὶ σέ τι τοιοῦτον ἐξήγαγε;’ Στενάξας οὖν Κλεινίας καταλέγει τὸν Χαρικλέα καὶ τὸν ἵππον, κἀγὼ τἀμαυτοῦ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: