Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ τὰ δημόσια δεῖπνα πρὸς μερίδα γίγνεσθαι διὰ τὴν ἀφέλειαν καὶ καθαριότητα τῆς διαίτης: ὥσθ᾽ ὁ τὴν νέμησιν ἀναλαμβάνων ἅμα συνανασῴζει τὴν εὐτέλειαν. ἀλλ᾽ ὅπου τὸ ἴδιον ἔστιν, ἀπόλλυται τὸ κοινόν; ὅπου μὲν οὖν μὴ ἴσον ἔστιν 1: οὐ γὰρ οἰκείου κτῆσις ἀλλ᾽ ἀφαίρεσις ἀλλοτρίου καὶ πλεονεξία περὶ τὸ κοινὸν ἀδικίας; ἦρξε καὶ διαφορᾶς, ἣν ὅρῳ καὶ μέτρῳ τοῦ ἰδίου καταπαύοντες οἱ νόμοι τῆς ἴσα νεμούσης εἰς; τὸ κοινὸν ἀρχῆς καὶ δυνάμεως ἐπώνυμοι γεγόνασιν. ἐπεὶ μηδὲ στέφανον ἀξίου διανέμειν ἡμῶν ἑκάστῳ τὸν ἑστιῶντα μηδὲ κλισίας καὶ χώρας: ἀλλὰ κἂν 2 ἐρωμένην τις ἢ ψάλτριαν ἥκῃ 3 κομίζων, ‘κοινὰ τὰ φίλων 4,’ ἵνα ‘τό ὁμοῦ πάντα 5 χρήματα’ γίγνηται κατὰ τὸν Ἀναξαγόραν 6. εἰ δ᾽ οὐδὲν ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.