previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[103] καὶ τάδε μὲν ἦν ἀμφὶ τὸν Μιθριδάτην, δὲ Πομπήιος αὐτὸν εὐθὺς μὲν ἐπὶ τῇ φυγῇ μέχρι Κόλχων ἐδίωξε, μετὰ δέ, οὐδαμὰ δόξας αὐτὸν οὔτε τὸν Πόντον οὔτε τὴν Μαιώτιδα λίμνην περιελεύσεσθαι, οὐδὲ μεγάλοις ἔτι πράγμασιν ἐγχειρήσειν ἐκπεσόντα, τοὺς Κόλχους ἐπῄει καθ᾽ ίστορίαν τῆς Ἀργοναυτῶν καὶ Διοσκούρων καὶ Ἡρακλέους ἐπιδημίας, τὸ πάθος μάλιστα ἰδεῖν ἐθέλων Προμηθεῖ φασὶ γενέσθαι περὶ τὸ Καύκασον ὄρος. χρυσοφοροῦσι δ᾽ ἐκ τοῦ Καυκάσου πηγαὶ πολλαὶ ψῆγμα ἀφανές: καὶ οἱ περίοικοι κῴδια τιθέντες ἐς τὸ ῥεῦμα βαθύμαλλα, τὸ ψῆγμα ἐνισχόμενον αὐτοῖς ἐκλέγουσιν. καὶ τοιοῦτον ἦν ἴσως καὶ τὸ χρυσόμαλλον Αἰήτου δέρος. τὸν οὖν Πομπήιον ἐπὶ τῇ ἱστορίᾳ ἀνιόντα οἱ μὲν ἄλλοι παρέπεμπον, ὅσα ἔθνη γείτονα: Ὀροίζης δ᾽ τῶν Ἀλβανῶν βασιλεὺς καὶ Ἀρτώκης Ἰβήρων ἑπτὰ μυριάσιν ἐλόχων ἀμφὶ τὸν Κύρτον ποταμόν, ὃς δώδεκα στόμασι πλωτοῖς ἐς τὴν Κασπίαν θάλασσαν ἐρεύγεται, πολλῶν ἐς αὐτὸν ἐμβαλόντων ποταμῶν, καὶ μεγίστου πάντων Ἀράξου. αἰσθόμενος δὲ τῆς ἐνέδρας Πομπήιος τὸν ποταμὸν ἐζεύγνυ, καὶ τοὺς βαρβάρους συνελάσας ἐς λόχμην βαθεῖαν ῾ὑλομαχῆσαι δ᾽ εἰσὶ δεινοί, κρυπτόμενοί τε καὶ ἐπιόντες ἀφανῶς᾿ αὐτῇ λόχμῃ τὸν στρατὸν περιστήσας ἐνέπρησε, καὶ τοὺς ἐκφεύγοντας ἐδίωκεν, ἕως ἅπαντες ὅμηρά τε καὶ δῶρα ἤνεγκαν. καὶ ἐθριάμβευσεν ἐς Ῥώμην καὶ ἀπὸ τῶνδε. πολλαὶ δὲ ἔν τε τοῖς ὁμήροις καὶ τοῖς αἰχμαλώτοις ηὑρέθησαν γυναῖκες, οὐ μείονα τῶν ἀνδρῶν τραύματα ἔχουσαι: καὶ ἐδόκουν Ἀμαζόνες εἶναι, εἴτε τι ἔθνος ἐστὶν αὐτοῖς γειτονεῦον αἱ Ἀμαζόνες, ἐπίκλητοι τότε ἐς συμμαχίαν γενόμεναι, εἴτε τινὰς πολεμικὰς ὅλως γυναῖκας οἱ τῇδε βάρβαροι καλοῦσιν Ἀμαζόνας.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (4 total)
  • Cross-references to this page (4):
    • Dictionary of Greek and Roman Geography (1854), CAUCASUS
    • Dictionary of Greek and Roman Geography (1854), CYRUS
    • Smith's Bio, Arto'ces
    • Smith's Bio, Oro'des
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: