previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


εἰ μὲν οὖν ἐξ αὐτῶν τῶν κατορθωμάτων καὶ τῶν ἐλαττωμάτων ἱκανὴν ἐνεδέχετο ποιήσασθαι τὴν διάληψιν ὑπὲρ τῶν ψεκτῶν τοὐναντίον ἐπαινετῶν ἀνδρῶν καὶ πολιτευμάτων, ἐνθάδε που λήγειν ἂν ἡμᾶς ἔδει καὶ καταστρέφειν ἅμα τὴν διήγησιν καὶ τὴν πραγματείαν ἐπὶ τὰς τελευταίας ῥηθείσας πράξεις κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν. [2] τε γὰρ χρόνος πεντηκοντακαιτριετὴς εἰς ταῦτ᾽ ἔληγεν, τ᾽ αὔξησις καὶ προκοπὴ τῆς Ῥωμαίων δυναστείας ἐτετελείωτο: [3] πρὸς δὲ τούτοις ὁμολογούμενον ἐδόκει τοῦτ᾽ εἶναι καὶ κατηναγκασμένον ἅπασιν ὅτι λοιπόν ἐστι Ῥωμαίων ἀκούειν καὶ τούτοις πειθαρχεῖν ὑπὲρ τῶν παραγγελλομένων. [4] ἐπεὶ δ᾽ οὐκ αὐτοτελεῖς εἰσιν οὔτε περὶ τῶν κρατησάντων οὔτε περὶ τῶν ἐλαττωθέντων αἱ ψιλῶς ἐξ αὐτῶν τῶν ἀγωνισμάτων διαλήψεις, [5] διὰ τὸ πολλοῖς μὲν τὰ μέγιστα δοκοῦντ᾽ εἶναι τῶν κατορθωμάτων, ὅταν μὴ δεόντως αὐτοῖς χρήσωνται, τὰς μεγίστας ἐπενηνοχέναι συμφοράς, οὐκ ὀλίγοις δὲ τὰς ἐκπληκτικωτάτας περιπετείας, ὅταν εὐγενῶς αὐτὰς ἀναδέξωνται, πολλάκις εἰς τὴν τοῦ συμφέροντος περιπεπτωκέναι μερίδα, [6] προσθετέον ἂν εἴη ταῖς προειρημέναις πράξεσι τήν τε τῶν κρατούντων αἵρεσιν, ποία τις ἦν μετὰ ταῦτα καὶ πῶς προεστάτει τῶν ὅλων, τάς τε τῶν ἄλλων ἀποδοχὰς καὶ διαλήψεις, πόσαι καὶ τίνες ὑπῆρχον περὶ τῶν ἡγουμένων, πρὸς δὲ τούτοις τὰς ὁρμὰς καὶ τοὺς ζήλους ἐξηγητέον, τίνες παρ᾽ ἑκάστοις ἐπεκράτουν καὶ κατίσχυον περί τε τοὺς κατ᾽ ἰδίαν βίους καὶ τὰς κοινὰς πολιτείας. [7] δῆλον γὰρ ὡς ἐκ τούτων φανερὸν ἔσται τοῖς μὲν νῦν οὖσιν πότερα φευκτὴν τοὐναντίον αἱρετὴν εἶναι συμβαίνει τὴν Ῥωμαίων δυναστείαν, τοῖς δ᾽ ἐπιγενομένοις πότερον ἐπαινετὴν καὶ ζηλωτὴν ψεκτὴν γεγονέναι νομιστέον τὴν ἀρχὴν αὐτῶν. [8] τὸ γὰρ ὠφέλιμον τῆς ἡμετέρας ἱστορίας πρός τε τὸ παρὸν καὶ πρὸς τὸ μέλλον ἐν τούτῳ πλεῖστον κείσεται τῷ μέρει. [9] οὐ γὰρ δὴ τοῦτ᾽ εἶναι τέλος ὑποληπτέον ἐν πράγμασιν οὔτε τοῖς ἡγουμένοις οὔτε τοῖς ἀποφαινομένοις ὑπὲρ τούτων, τὸ νικῆσαι καὶ ποιήσασθαι πάντας ὑφ᾽ ἑαυτούς. [10] οὔτε γὰρ πολεμεῖ τοῖς πέλας οὐδεὶς νοῦν ἔχων ἕνεκεν αὐτοῦ τοῦ καταγωνίσασθαι τοὺς ἀντιταττομένους, οὔτε πλεῖ τὰ πελάγη χάριν τοῦ περαιωθῆναι μόνον, καὶ μὴν οὐδὲ τὰς ἐμπειρίας καὶ τέχνας αὐτῆς ἕνεκα τῆς ἐπιστήμης ἀναλαμβάνει: [11] πάντες δὲ πράττουσι πάντα χάριν τῶν ἐπιγινομένων τοῖς ἔργοις ἡδέων καλῶν συμφερόντων. [12] διὸ καὶ τῆς πραγματείας ταύτης τοῦτ᾽ ἔσται τελεσιούργημα, τὸ γνῶναι τὴν κατάστασιν παρ᾽ ἑκάστοις, ποία τις ἦν μετὰ τὸ καταγωνισθῆναι τὰ ὅλα καὶ πεσεῖν εἰς τὴν τῶν Ῥωμαίων ἐξουσίαν ἕως τῆς μετὰ ταῦτα πάλιν ἐπιγενομένης ταραχῆς καὶ κινήσεως. [13] ὑπὲρ ἧς διὰ τὸ μέγεθος τῶν ἐν αὐτῇ πράξεων καὶ τὸ παράδοξον τῶν συμβαινόντων, τὸ δὲ μέγιστον, διὰ τὸ τῶν πλείστων μὴ μόνον αὐτόπτης, ἀλλ᾽ ὧν μὲν συνεργὸς ὧν δὲ καὶ χειριστὴς γεγονέναι, προήχθην οἷον ἀρ

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
hide References (3 total)
  • Commentary references to this page (1):
    • Titus Livius (Livy), Ab urbe condita libri, erklärt von M. Weissenborn, books 43-44, commentary, 44.23
  • Cross-references to this page (1):
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: