previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


οὐ μὴν ἀλλ᾽ γ᾽ Ἀννίβας εἰκότως ἐπὶ τούτους κατήντα τοὺς λογισμούς. [2] τὰ γὰρ πεδία τὰ κατὰ Καπύην ἐπιφανέστατα μέν ἐστι τῶν κατὰ τὴν Ἰταλίαν καὶ διὰ τὴν ἀρετὴν καὶ διὰ τὸ κάλλος καὶ διὰ τὸ πρὸς αὐτῇ κεῖσθαι τῇ θαλάττῃ καὶ τούτοις χρῆσθαι τοῖς ἐμπορίοις, εἰς σχεδὸν ἐκ πάσης τῆς οἰκουμένης κατατρέχουσιν οἱ πλέοντες εἰς Ἰταλίαν. [3] περιέχουσι δὲ καὶ τὰς ἐπιφανεστάτας καὶ καλλίστας πόλεις τῆς Ἰταλίας ἐν αὑτοῖς. [4] τὴν μὲν γὰρ παραλίαν αὐτῶν Σενοεσανοὶ καὶ Κυμαῖοι καὶ Δικαιαρχῖται νέμονται, πρὸς δὲ τούτοις Νεαπολῖται, τελευταῖον δὲ τὸ τῶν Νουκερίνων ἔθνος. [5] τῆς δὲ μεσογαίου τὰ μὲν πρὸς τὰς ἄρκτους Καληνοὶ καὶ Τιανῖται κατοικοῦσι, τὰ δὲ πρὸς ἕω καὶ μεσημβρίαν Δαύνιοι* [6] καὶ Νωλανοί. κατὰ μέσα δὲ τὰ πεδία κεῖσθαι συμβαίνει τὴν πασῶν ποτε μακαριωτάτην γεγονυῖαν πόλιν Καπύην. [7] ἐπιεικέστατος δὲ καὶ παρὰ τοῖς μυθογράφοις περὶ τούτων τῶν πεδίων λέγεται λόγος: προσαγορεύεται δὲ καὶ ταῦτα Φλεγραῖα, καθάπερ καὶ ἕτερα τῶν ἐπιφανῶν πεδίων: θεούς γε μὴν μάλιστα περὶ τούτων εἰκὸς ἠρικέναι διὰ τὸ κάλλος καὶ τὴν ἀρετὴν αὐτῶν. [8] ἅμα δὲ τοῖς προειρημένοις ὀχυρὰ δοκεῖ καὶ δυσέμβολα τελέως εἶναι τὰ πεδία: τὰ μὲν γὰρ θαλάττῃ τὸ δὲ πλεῖον ὄρεσι μεγάλοις πάντῃ καὶ συνεχέσι περιέχεται, δι᾽ ὧν εἰσβολαὶ τρεῖς ὑπάρχουσι μόνον ἐκ τῆς μεσογαίου στεναὶ καὶ δύσβατοι, [9] μία μὲν ἀπὸ τῆς Σαυνίτιδος, δευτέρα δ᾽ ἀπὸ τῆς Λατίνης, δὲ κατάλοιπος ἀπὸ τῶν κατὰ τοὺς Ἱρπίνους τόπων. [10] διόπερ ἔμελλον εἰς ταῦτα καταστρατοπεδεύσαντες ὥσπερ εἰς θέατρον οἱ Καρχηδόνιοι καταπλήξεσθαι μὲν τῷ παραλόγῳ πάντας, ἐκθεατριεῖν δὲ τοὺς πολεμίους φυγομαχοῦντας, αὐτοὶ δ᾽ ἐξ ὁμολόγου φανήσεσθαι τῶν ὑπαίθρων κρατοῦντες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: