previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Φάβιος δέ φησιν Ῥωμαϊκὸς συγγραφεὺς ἅμα τῷ κατὰ Ζακανθαίους ἀδικήματι καὶ τὴν Ἀσδρούβου πλεονεξίαν καὶ φιλαρχίαν αἰτίαν γίνεσθαι τοῦ κατ᾽ Ἀννίβαν πολέμου. [2] ἐκεῖνον γὰρ μεγάλην ἀνειληφότα τὴν δυναστείαν ἐν τοῖς κατ᾽ Ἰβηρίαν τόποις, μετὰ ταῦτα παραγενόμενον ἐπὶ Λιβύην ἐπιβαλέσθαι καταλύσαντα τοὺς νόμους εἰς μοναρχίαν περιστῆσαι τὸ πολίτευμα τῶν Καρχηδονίων: [3] τοὺς δὲ πρώτους ἄνδρας ἐπὶ τοῦ πολιτεύματος προϊδομένους αὐτοῦ τὴν ἐπιβολὴν συμφρονῆσαι καὶ διαστῆναι πρὸς αὐτόν: [4] τὸν δ᾽ Ἀσδρούβαν ὑπιδόμενον, ἀναχωρήσαντ᾽ ἐκ τῆς Λιβύης τὸ λοιπὸν ἤδη τὰ κατὰ τὴν Ἰβηρίαν χειρίζειν κατὰ τὴν αὑτοῦ προαίρεσιν, οὐ προσέχοντα τῷ συνεδρίῳ τῶν Καρχηδονίων. [5] Ἀννίβαν δὲ κοινωνὸν καὶ ζηλωτὴν ἐκ μειρακίου γεγονότα τῆς ἐκείνου προαιρέσεως καὶ τότε διαδεξάμενον τὰ κατὰ τὴν Ἰβηρίαν τὴν αὐτὴν ἀγωγὴν Ἀσδρούβᾳ ποιεῖσθαι τῶν πραγμάτων. [6] διὸ καὶ νῦν τὸν πόλεμον τοῦτον ἐξενηνοχέναι κατὰ τὴν αὑτοῦ προαίρεσιν Ῥωμαίοις παρὰ τὴν Καρχηδονίων γνώμην. [7] οὐδένα γὰρ εὐδοκεῖν τῶν ἀξιολόγων ἀνδρῶν ἐν Καρχηδόνι τοῖς ὑπ᾽ Ἀννίβου περὶ τὴν Ζακανθαίων πόλιν πραχθεῖσιν. [8] ταῦτα δ᾽ εἰπών φησιν μετὰ τὴν τῆς προειρημένης πόλεως ἅλωσιν παραγενέσθαι τοὺς Ῥωμαίους, οἰομένους δεῖν τὸν Ἀννίβαν ἐκδιδόναι σφίσι τοὺς Καρχηδονίους τὸν πόλεμον ἀναλαμβάνειν. [9] εἰ δέ τις ἔροιτο τὸν συγγραφέα ποῖος ἦν καιρὸς οἰκειότερος τοῖς Καρχηδονίοις ποῖον πρᾶγμα τούτου δικαιότερον συμφορώτερον, ἐπείπερ ἐξ ἀρχῆς δυσηρεστοῦντο, καθάπερ οὗτός φησιν, τοῖς ὑπ᾽ Ἀννίβου πραττομένοις, [10] τοῦ πεισθέντας τότε τοῖς ὑπὸ Ῥωμαίων παρακαλουμένοις ἐκδοῦναι μὲν τὸν αἴτιον τῶν ἀδικημάτων, ἐπανελέσθαι δ᾽ εὐλόγως δι᾽ ἑτέρων τὸν κοινὸν ἐχθρὸν τῆς πόλεως, περιποιήσασθαι δὲ τῇ χώρᾳ τὴν ἀσφάλειαν, ἀποτριψαμένους τὸν ἐπιφερόμενον πόλεμον, δόγματι μόνον τὴν ἐκδίκησιν ποιησαμένους, τί ἂν εἰπεῖν ἔχοι πρὸς αὐτά; δῆλον γὰρ ὡς οὐδέν. [11] οἵ γε τοσοῦτον ἀπέσχον τοῦ πρᾶξαί τι τῶν προειρημένων ὡς ἑπτακαίδεκ᾽ ἔτη συνεχῶς πολεμήσαντες κατὰ τὴν Ἀννίβου προαίρεσιν οὐ πρότερον κατελύσαντο τὸν πόλεμον, ἕως οὗ πάσας ἐξελέγξαντες τὰς ἐλπίδας τελευταῖον εἰς τὸν περὶ τῆς πατρίδος καὶ τῶν ἐν αὐτῇ σωμάτων παρεγένοντο κίνδυνον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: