previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Περὶ τῆς τῶν μετεώρων σημειώσεως Χρήσιμοι δ̓ ἂν εἶεν πρὸς τὰς τῶν κατὰ μέρος ἐπισημασιῶν προγνώσεις καὶ αἱ τῶν γινομένων σημείων περί τε τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας παρατηρήσεις. Τὸν μὲν οὖν ἥλιον παρατηρητέον πρὸς μὲν τὰς ἡμερησίους καταστάσεις ἀνατέλλοντα, πρὸς δὲ τὰς νυκτερινὰς δύνοντα, πρὸς δὲ τὰς παρατεινούσας κατὰ τοὺς πρὸς τὴν σελήνην σχηματισμούς, ὡς ἑκάστου σχήματος τὴν μέχρι τοῦ ἑξῆς κατάστασιν ὡς ἐπὶ πᾶν προσημαίνοντος. καθαρὸς μὲν γὰρ καὶ ἀνεπισκότητος καὶ εὐσταθὴς καὶ ἀνέφελος ἀνατέλλων δύνων εὐδιεινῆς καταστάσεώς ἐστι δηλωτικός, ποικίλον δὲ τὸν κύκλον ἔχων ὑπόπυρρον ἀκτῖνας ἐρυθρὰς ἀποπέμπων ἤτοι εἰς τὰ ἔξω [p. 214] ὡς ἐφ̓ ἑαυτὸν κυκλουμένας τὰ καλούμενα παρήλια νέφη ἐξ ἑνὸς μέρους ἔχων σχήματα νεφῶν ὑπόκιρρα καὶ ὡσεὶ μακρὰς ἀκτῖνας ἀπομηκύνων, ἀνέμων σφοδρῶν ἐστι σημαντικὸς καὶ τοιούτων πρὸς ἃς ἂν γωνίας τὰ προειρημένα σημεῖα γίνηται. μέλας δὲ ὑπόχλωρος ἀνατέλλων δύνων μετὰ συννεφίας ἅλως ἔχων περὶ αὑτὸν καθ̓ ἓν μέρος ἐξ ἀμφοτέρων τῶν μερῶν παρήλια νέφη καὶ ἀκτῖνας ὑποχλώρους μέλανας, χειμώνων

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: