previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


διαιρεῖ τὸν ὅλον κύκλον, τῶν ἄλλων σχηματισμῶν εἰς ἴσα τὴν τῆς περιμέτρου διαίρεσιν ποιουμένων.


Περὶ οἴκων ἑκάστου ἀστέρος Συνοικειοῦνται δὲ καὶ οἱ πλάνητες τοῖς τοῦ ζωδιακοῦ μέρεσι κατά τε τοὺς καλουμένους οἴκους καὶ τρίγωνα καὶ ὑψώματα καὶ ὅρια καὶ τὰ τοιαῦτα. καὶ τὸ μὲν τῶν οἴκων τοιαύτην ἔχει φύσιν. ἐπειδὴ γὰρ τῶν ιβ ζῳδίων τὰ βορειότατα καὶ συνεγγίζοντα μᾶλλον τῶν ἄλλων τοῦ κατὰ κορυφὴν ἡμῶν τόπου, θερμασίας τε καὶ ἀλέας διὰ τοῦτο περιποιητικὰ τυγχάνοντα, τό τε τοῦ Καρκίνου ἐστὶ καὶ τὸ τοῦ Λέοντος, τὰ δύο ταῦτα τοῖς μεγίστοις καὶ κυριωτάτοις, τουτέστι τοῖς φωσίν, ἀπένειμαν οἴκους, τὸ μὲν τοῦ Λέοντος ἀρρενικὸν ὂν τῷ ἡλίῳ, τὸ δὲ τοῦ Καρκίνου θηλυκὸν τῇ σελήνῃ. καὶ ἀκολούθως τὸ μὲν ἀπὸ τοῦ Λέοντος μέχρις Αἰγόκερω ἡμικύκλιον ἡλιακὸν ὑπέθεντο, τὸ δὲ ἀπὸ Ὑδροχόου μέχρι Καρκίνου σεληνιακόν, ὅπως ἐν ἑκατέρῳ τῶν ἡμικυκλίων ἓν ζῴδιον καθ̓ ἕκαστον τῶν πέντε ἀστέρων οἰκείως ἀπονεμηθῇ, τὸ μὲν πρὸς ἥλιον, τὸ δὲ πρὸς [p. 80] σελήνην ἐσχηματισμένον. ἀκολούθως ταῖς τῶν κινήσεων αὐτῶν σφαίραις καὶ ταῖς τῶν φύσεων ἰδιοτροπίαις. τῷ μὲν γὰρ τοῦ Κρόνου ψυκτικῷ μᾶλλον ὄντι τὴν φύσιν κατ̓ ἐναντιότητα τοῦ θερμοῦ καὶ τὴν ἀνωτάτω καὶ μακρὰν τῶν φωτῶν ἔχοντι ζώνην ἐδόθη τὰ διάμετρα ζῴδια τοῦ τε Καρκίνου

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: