previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τῆς τῶν μετεώρων κινήσεως, πάντα, καὶ τὰ μὴ τέλεον ἐπ̓ αὐτῇ, δύνασθαι διαγινώσκειν. Τούτων δὲ οὕτως ἐχόντων, προσῆκον ἂν εἴη μήτε, ἐπειδὴ διαμαρτάνεσθαι ποτε τὴν τοιαύτην πρόγνωσιν ἐνδέχεται, καὶ τὸ πᾶν αὐτῆς ἀναιρεῖν, ὥσπερ οὐδὲ τὴν κυβερνητικὴν διὰ τὸ πολλάκις πταίειν ἀποδοκιμάζομεν: ἀλλ̓ ὡς ἐν μεγάλοις, οὕτω καὶ θείοις ἐπαγγέλμασιν, ἀσπάζεσθαι καὶ ἀγαπητὸν ἡγεῖσθαι τὸ δυνατόν μήτ̓ αὖ πάλιν πάντα ἡμῖν ἀνθρωπίνως καὶ ἐστοχασμένως αἰτεῖν παῤ αὐτῆς, ἀλλὰ συμφιλοκαλεῖν, καὶ ἐν οἷς οὐκ ἦν ἐπ̓ αὐτῇ τὸ πᾶν ἐφοδιάζειν: καὶ ὥσπερ τοῖς ἰατροῖς. ὅταν ἐπιζητῶσί τινα, καὶ περὶ αὐτῆς τῆς νόσου καὶ περὶ τῆς τοῦ κάμνοντος ἰδιοτροπίας οὐ μεμψόμεθα λέγουσιν, οὕτω καὶ ἐνταῦθα τὰ γένη καὶ τὰς χώρας καὶ τὰς τροφάς, καί τινα τῶν ἤδη συμβεβηκότων, μὴ ἀγανακτεῖν ὑποτιθεμένοις. [p. 20]


Ὅτι καὶ ὠφέλιμος Τίνα μὲν οὖν τρόπον δυνατὸν γίνεται τὸ δἰ ἀστρονομίας προγνωστικόν, καὶ ὅτι μέχρι μόνον ἂν φθάνοι τῶν τε κατ̓ αὐτὸ τὸ περιέχον συμπτωμάτων καὶ τῶν ἀπὸ τῆς τοιαύτης αἰτίας τοῖς ἀνθρώποις παρακολουθούντων, ταῦτα δ̓ ἂν εἴη περί τε τὰς ἐξ ἀρχῆς ἐπιτηδειότητας τῶν δυνάμεων καὶ πράξεων σώματος καὶ ψυχῆς καὶ τὰ κατὰ

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: