previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἄρρενας θυγατράσιν θυγατέρων ἀδελφαῖς γυναιξὶν υἱῶν, τὰς δὲ θηλείας πατράσιν πατέρων ἀδελφοῖς πατρωοῖς. ἐὰν δ̓ οἱ προκείμενοι σχηματισμοὶ τῶν μὲν συγγενικῶν ζῳδίων μὴ τύχωσιν, ἐν θηλυκοῖς δὲ ὦσι τόποις, ποιοῦσι καὶ οὕτως καταφερεῖς καὶ πρὸς τὸ διαθεῖναί τε καὶ διατεθῆναι πάντα τρόπον προχείρους, ἐπ̓ ἐνίων δὲ μορφώσεων καὶ ἀσελγεῖς, ὡς ἐπί τε τῶν ἐμπροσθίων καὶ ὀπισθίων τοῦ Κριοῦ καὶ τῆς Ὑάδος καὶ τῆς Καλπίδος καὶ τῶν ὀπισθίων τοῦ Λέοντος καὶ τοῦ προσώπου τοῦ Αἰγόκερω. κεντρωθέντες δὲ κατὰ μὲν τῶν πρώτων δύο κέντρων τοῦ τε ἀπηλιωτικοῦ καὶ τοῦ μεσημβρινοῦ, παντελῶς ἀποδεικνύουσι τὰ πάθη καὶ ἐπὶ δημοσίων τόπων προάγουσι: κατὰ δὲ τῶν ἐσχάτων δύο τοῦ τε λιβυκοῦ καὶ τοῦ βορείου σπάδοντας ποιοῦσι καὶ [p. 404] αὐλικοὺς στείρας ἀτρήτους: Ἄρεως δὲ προσόντος, ἀποκόπους τριβάδας. Καὶ καθ̓ ὅλου δὲ ποδαπήν τινα διάθεσιν πρὸς τὰ ἀφροδίσια ἕξουσιν ἐπὶ μὲν τῶν ἀνδρῶν ἀπὸ τοῦ τοῦ Ἄρεως ἐπισκεψόμεθα. τοῦ μὲν γὰρ τῆς Ἀφροδίτης καὶ τοῦ τοῦ Κρόνου χωρισθείς, μαρτυρηθεὶς δὲ ὑπὸ Διός, καθαρίους καὶ σεμνοὺς περὶ τὰ ἀφροδίσια ποιεῖ καὶ μόνης τῆς φυσικῆς χρείας στοχαζομένους: μετὰ Κρόνου δὲ μόνου μὲν τυχών, εὐλαβεῖς καὶ ὀκνηροὺς καὶ καταψύχρους ἀπεργάζεται: συσχηματιζομένων δ̓ Ἀφροδίτης καὶ Διός,

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: