previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


προσγένηται, κἂν μὲν τοῦ Ἄρεως ὑπὸ τὰς αὐγὰς τοῦ ἡλίου, συνέρχονται δούλοις ταπεινοτέροις ἀλλοφύλοις: ἐὰν δὲ τῆς Ἀφροδίτης, ὑπερέχουσιν δεσπόταις, ἑταιρῶν μοιχάδων ἐπέχουσαι τρόπον: κἂν μὲν τεθηλυσμένοι ὦσι τοῖς τόποις τοῖς σχήμασιν οἱ ἀστέρες, πρὸς τὸ διατίθεσθαι μόνον καταφερεῖς: ἐὰν δὲ ἠρρενωμένοι, καὶ πρὸς τὸ διατιθέναι γυναῖκας. μέντοι τοῦ Κρόνου τοῖς προκειμένοις σχήμασι συνοικειωθείς, ἐὰν μὲν καὶ αὐτὸς τεθηλυσμένος, ἀσελγειῶν μόνος γίνεται αἴτιος: ἐὰν δὲ ἀνατολικὸς καὶ ἠρρενωμένος, ἐπιψόγους ἵστησιν τῶν ἐπιψόγων ἐραστὰς ἀπεργάζεται, [p. 408] τοῦ μὲν τοῦ Διὸς πάλιν ἀεὶ πρὸς τὸ εὐσχημονέστερον τῶν παθῶν συλλαμβανομένου, τοῦ δὲ τοῦ Ἑρμοῦ πρὸς τὸ διαβοητότερον καὶ εὐπταιστότερον.


Περὶ τέκνων Ἐπειδὴ δὲ τῷ περὶ γάμου τόπῳ καὶ περὶ τέκνων ἀκολουθεῖ, σκοπεῖν δεήσει τοὺς τῷ κατὰ κορυφὴν τόπῳ τῷ ἐπιφερομένῳ, τουτέστι τῷ τοῦ ἀγαθοῦ δαίμονος, προσόντας συσχηματιζομένους: εἰ δὲ μή, τοὺς τοῖς διαμέτροις αὐτῶν: καὶ σελήνην μὲν καὶ Δία καὶ Ἀφροδίτην πρὸς δόσιν τέκνων λαμβάνειν, ἥλιον δὲ καὶ Ἄρη καὶ Κρόνον πρὸς ἀτεκνίαν ὀλιγοτεκνίαν: τὸν δὲ τοῦ Ἑρμοῦ, πρὸς ὁποτέρους ἂν αὐτῶν τύχῃ συσχηματισθείς, ἐπίκοινον καὶ ἐπιδοτῆρα μὲν ὅταν ἀνατολικὸς , ἀφαιρέτην δ̓ ὅταν δυτικός.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: