previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐμφιλοσόφους, πιστοὺς πρὸς συμβιώσεις, ἐγκρατεῖς, ἐπιλογιστικούς, εὐλαβεῖς, ἀγανακτητάς τε καὶ πρὸς τὰς τῶν γυναικῶν ὑποψίας ζηλοτύπους: ἐπὶ δὲ τῶν ἐναντίων λάγνους, ἀσελγεῖς, αἰσχροποιούς, ἀδιαφόρους καὶ ἀκαθάρτους πρὸς τὰς συνουσίας, ἀνάγνους, ἐπιβουλευτικοὺς θηλυκῶν προσώπων καὶ μάλιστα τῶν οἰκειοτάτων, σαθρούς, παμψόγους, καταφερεῖς, μισοκάλους, μωμητικούς, κακολόγους, μεθύσους, λατρευτικούς, ὑπονοθευτάς, ἀθεμίτους πρὸς τὰς συνελεύσεις, διατιθέντας καὶ διατιθεμένους, οὐ μόνον πρὸς τὰ κατὰ φύσιν ἀλλὰ καὶ τὰ παρὰ φύσιν πρεσβυτέρων καὶ ἀτίμων καὶ παρανόμων καὶ θηριωδῶν μίξεων ἐπιθυμητάς, ἀσεβεῖς, θεῶν καταφρονητικούς, μυστηρίων καὶ ἱερῶν διασυρτικούς, πάμπαν ἀπίστους, διαβολικούς, φαρμακούς, παντοποιούς. Τῷ δὲ τοῦ Ἑρμοῦ συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων διαθέσεων ποιεῖ περιέργους, φιλοπεύστας, νομίμων [p. 346] ζητητικούς, φιλιάτρους, μυστικούς, μετόχους ἀποκρύφων καὶ ἀπορρήτων, τερατουργούς, παραλογιστάς, ἐφημεροβίους, ἐντρεχεῖς, διοικητικοὺς πραγμάτων καὶ ἀγχίφρονας, περιπίκρους καὶ ἀκριβεῖς, νήπτας, φιλόφρονας, φιλοπράκτους, ἐπιτευκτικούς: ἐπὶ δὲ τῶν ἐναντίων ληρώδεις, μνησικάκους, νηλεεῖς

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: