previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


λαμβανομένων δὲ τῶν δύο μεγίστων καὶ διὰ συμφωνίας μορίων τε καὶ ἐπιμορίων, μορίων μὲν πρὸς τὴν τῶν β ὀρθῶν διάμετρον τοῦ τε ἡμίσους καὶ τοῦ τρίτου, τὸ μὲν εἰς δύο τὴν τοῦ [p. 74] τετραγώνου πεποίηκε, τὸ δὲ εἰς τρία τὴν τοῦ ἑξαγώνου καὶ τὴν τοῦ τριγώνου: ἐπιμορίων δὲ πρὸς τὸ τῆς μιᾶς ὀρθῆς τετράγωνον μεταξὺ λαμβανομένου τοῦ τε ἡμιολίου καὶ τοῦ ἐπιτρίτου, τὸ μὲν ἡμιόλιον ἐποίησε τὴν τοῦ τετραγώνου πρὸς τὴν τοῦ ἑξαγώνου, τὸ δὲ ἐπίτριτον τὴν τοῦ τριγώνου πρὸς τὴν τοῦ τετραγώνου. τούτων μέντοι τῶν σχηματισμῶν οἱ μὲν τρίγωνοι καὶ ἑξάγωνοι σύμφωνοι καλοῦνται διὰ τὸ ἐξ ὁμογενῶν συγκεῖσθαι δωδεκατημορίων ἐκ πάντων θηλυκῶν ἀρρενικῶν ἀσύμφωνοι δὲ οἱ τετράγωνοι καὶ οἱ κατὰ διάμετρον διότι κατὰ ἀντίθεσιν τῶν ὁμογενῶν τὴν σύστασιν λαμβάνουσιν.


Περὶ προσταττόντων καὶ ἀκουόντων Ὡσαύτως δὲ προστάττοντα καὶ ἀκούοντα λέγεται τμήματα τὰ κατ̓ ἴσην διάστασιν ἀπὸ τοῦ αὐτοῦ, καὶ ὁποτέρου, τῶν ἰσημερινῶν σημείων ἐσχηματισμένα διὰ τὸ ἐν τοῖς ἴσοις χρόνοις ἀναφέρεσθαι καὶ ἐπὶ τῶν ἴσων εἶναι παραλλήλων. [p. 76] τούτων δὲ τὰ μὲν ἐν τῷ θερινῷ ἡμικυκλίῳ προστάττοντα καλεῖται, τὰ δ̓ ἐν τῷ χειμερινῷ ὑπακούοντα, διὰ τὸ κατ̓ ἐκεῖνο μὲν γινόμενον τὸν ἥλιον μείζονα ποιεῖν τῆς νυκτὸς τὴν ἡμέραν, κατὰ τοῦτο δὲ ἐλάττω.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: