previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Γαιτουλίαν, Μεταγωνῖτιν, καὶ τὰ τὴν θέσιν ἔχοντα πρὸς λιβόνοτον τῆς ὅλης οἰκουμένης, συνοικειοῦται μὲν τῷ νοτολιβυκῷ τριγώνῳ Καρκίνου καὶ Σκορπίου καὶ Ἰχθύων, οἰκοδεσποτεῖται δὲ εἰκότως ὑπό τε τοῦ Ἄρεως καὶ τοῦ τῆς Ἀφροδίτης ἐπὶ σχήματος ἑσπερίου: διόπερ συνέπεσε τοῖς πλείστοις αὐτῶν ἕνεκεν τῆς εἰρημένης τῶν ἀστέρων συναρμογῆς ὑπὸ ἀνδρὸς καὶ γυναικός, δυοῖν ὁμομητρίων ἀδελφῶν, βασιλεύεσθαι, τοῦ μὲν ἀνδρὸς τῶν ἀνδρῶν ἄρχοντος, τῆς δὲ γυναικὸς τῶν γυναικῶν, συντηρουμένης τῆς τοιαύτης διαδοχῆς. θερμοὶ δέ εἰσι σφόδρα καὶ καταφερεῖς πρὸς τὰς τῶν γυναικῶν συνουσίας, ὡς [p. 152] καὶ τοὺς γάμους δἰ ἁρπαγῶν ποιεῖσθαι καὶ πολλαχῆ ταῖς γαμουμέναις τοὺς βασιλέας πρώτους συνέρχεσθαι, παῤ ἐνίοις δὲ καὶ κοινὰς εἶναι τὰς γυναῖκας πάντων. φιλοκαλλωπισταὶ δὲ τυγχάνουσι καὶ κόσμους γυναικείους περιζώννυνται διὰ τὸν τῆς Ἀφροδίτης, ἔπανδροι μέντοι ταῖς ψυχαῖς καὶ ὑποπόνηροι καὶ μαγευτικοί, νοθευταὶ δὲ καὶ παράβολοι καὶ ῥιψοκίνδυνοι διὰ τὸν τοῦ Ἄρεως. τούτων δὲ πάλιν οἱ μὲν περὶ τὴν Νουμηδίαν καὶ Καρχηδόνα καὶ Ἀφρικὴν συνοικειοῦνται μᾶλλον τῷ τε Καρκίνῳ καὶ τῇ σελήνῃ: διόπερ οὗτοι κοινωνικοί τε καὶ ἐμπορικοὶ τυγχάνουσι καὶ ἐν εὐθηνίᾳ πάσῃ διατελοῦντες, οἱ δὲ περὶ τὴν Μεταγωνῖτιν

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: