previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μοιρικὴ πάροδος ἐγγύτερον ἔχῃ τὸν ἀριθμὸν τῇ κατὰ τὰς ἀναφορὰς ἀνατελλούσῃ, τούτου τῇ ποσότητι τῶν μοιρῶν καταχρησόμεθα. εἰ δὲ δύο καὶ πλείους ἐγγὺς εἶεν τῷ ἀριθμῷ, τῷ μᾶλλον ἔχοντι λόγον πρός τε τὰ κέντρα καὶ τὴν αἵρεσιν κατακολουθήσομεν: ἐὰν μέντοι πλείων διάστασις τῶν τῆς οἰκοδεσποτίας μοιρῶν πρὸς τὴν κατὰ τὸ ὁλοσχερὲς ὡροσκόπιον ἤπερ πρὸς τὴν κατὰ τὸ [p. 234] ὅμοιον μεσουράνημα, τῷ αὐτῷ ἀριθμῷ πρὸς τὴν μεσουρανοῦσαν μοῖραν καταχρησάμενοι, διὰ ταύτης καὶ τὰ λοιπὰ τῶν κέντρων διαστησόμεθα.


Διαίρεσις γενεθλιαλογίας Τούτων δὴ προεκτεθειμένων, εἴ τις αὐτῆς τῆς τάξεως ἕνεκα διαιροίη τὸ καθ̓ ὅλου τῆς γενεθλιαλογικῆς θεωρίας, εὕροι ἂν τῶν κατὰ φύσιν καὶ δυνατῶν καταλήψεων τὴν μὲν τῶν πρὸ τῆς γενέσεως οὖσαν συμπτωμάτων μόνον, ὡς τὴν τοῦ περὶ γονέων λόγου, τὴν δὲ τῶν καὶ πρὸ τῆς γενέσεως καὶ μετὰ τὴν γένεσιν, ὡς τὴν τοῦ περὶ ἀδελφῶν λόγου, τὴν δὲ τῶν κατ̓ αὐτὴν τὴν γένεσιν, οὐκέθ̓ οὕτω μίαν οὖσαν καὶ ἁπλῆν: τελευταίαν δὲ τὴν τῶν μετὰ τὴν γένεσιν, πολυμερεστέραν καὶ ταύτην θεωρουμένην. ἔστι δὲ τῶν μὲν κατ̓ αὐτὴν τὴν γένεσιν ἐπιζητουμένων τε περὶ ἀρρενικῶν καὶ θηλυκῶν λόγος καὶ περὶ διδυμογόνων πλειστογόνων καὶ περὶ

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: