previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τυχοῦσα τεταρτημορίοις νεογάμους ποιεῖ τοὺς ἄνδρας νεωτέραις παῤ ἡλικίαν συμβάλλοντας: ἐν δὲ τοῖς λιβυκοῖς, βραδυγάμους πρεσβυτέραις συνιόντας: εἰ δὲ ὑπὸ τὰς αὐγὰς εἴη καὶ τῷ τοῦ Κρόνου συσχηματιζομένη, τέλεον ἀγάμους. ἔπειτα ἐὰν μὲν ἐν μονοειδεῖ ζῳδίῳ καὶ ἑνὶ τῶν ἀστέρων [p. 394] συνάπτουσα τύχῃ, μονογάμους ἀποτελεῖ: ἐὰν δὲ ἐν δισώμῳ καὶ πολυμόρφῳ καὶ πλείοσιν ἐν τῷ αὐτῷ ζωδίῳ τὴν συναφὴν ἔχουσα, πολυγάμους. κἂν μὲν οἱ τὰς συναφὰς ἐπέχοντες τῶν ἀστέρων ἤτοι κατὰ κολλήσεις κατὰ μαρτυρίας ἀγαθοποιοὶ τυγχάνωσι, λαμβάνουσι γυναῖκας ἀγαθάς: ἐὰν δὲ κακοποιοί, τὰς ἐναντίας. Κρόνος μὲν γὰρ ἐπισχὼν τὴν συναφὴν περιποιεῖ γυναῖκας ἐπιπόνους καὶ αὐστηράς: Ζεὺς δέ, σεμνὰς καὶ οἰκονομικάς: Ἄρης δέ, θρασείας καὶ ἀνυποτάκτους: Ἀφροδίτη δέ, ἱλαρὰς καὶ εὐμόρφους καὶ ἐπιχάριτας: Ἑρμῆς δέ, συνετὰς καὶ ὀξείας. ἔτι δὲ Ἀφροδίτη μετὰ μὲν Διὸς Κρόνου μεθ̓ Ἑρμοῦ βιωφελεῖς καὶ φιλάνδρους καὶ φιλοτέκνους: μετὰ δὲ Ἄρεως θυμικὰς καὶ ἀστάτους καὶ ἀγνώμονας. Ἐπὶ δὲ τῶν γυναικῶν ἀφορᾶν δεῖ τὸν ἥλιον αὐτῶν, ἐπειδήπερ καὶ αὐτὸς ἐν μὲν τοῖς ἀπηλιωτικοῖς πάλιν τυχὼν τεταρτημορίοις ποιεῖ τὰς ἐχούσας αὐτὸν οὕτω διακείμενον ἤτοι νεογάμους νεωτέροις συμβαλλούσας, ἐν δὲ τοῖς λιβυκοῖς

hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: