previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἀλλήλων ἔχουσι τοὺς οἴκους. Ὅθεν τῆς Ἀφροδίτης μετὰ μὲν τοῦ τοῦ Ἄρεως ἁπλῶς ἐρωτικὰς διαθέσεις ποιεῖ: προσόντος δὲ τοῦ τοῦ Ἑρμοῦ, καὶ περιβοησίας: ἐν δὲ τοῖς ἐπικοίνοις καὶ συνοικειουμένοις ζῳδίοις Αἰγόκερῳ, Ἰχθύσιν, ἀδελφῶν συγγενῶν ἐπιπλοκάς: κἂν μὲν ἐπὶ τῶν ἀνδρῶν τῇ σελήνῃ συμπάρῃ, ποιεῖ δυσὶν ἀδελφαῖς συγγενέσι συνερχομένους: ἐὰν δὲ ἐπὶ τῶν γυναικῶν τῷ τοῦ Διός, δυσὶν ἀδελφοῖς συγγενέσιν. Μετὰ δὲ τοῦ τοῦ Κρόνου πάλιν τῆς Ἀφροδίτης τυχὼν ἁπλῶς μὲν ἡδείας καὶ εὐσταθεῖς ποιεῖ τὰς συμβιώσεις: προσόντος δὲ τοῦ τοῦ Ἑρμοῦ, καὶ ὠφελίμους: συμπροσγενομένου δὲ καὶ τοῦ τοῦ Ἄρεως, ἀστάτους καὶ βλαβερὰς καὶ ἐπιζήλους. κἂν μὲν ὁμοιοσχημονῇ αὐτοῖς, πρὸς ὁμήλικας ποιεῖ τὰς ἐπιπλοκάς: ἂν δ̓ ἀνατολικώτερος αὐτῶν, πρὸς νεωτέρους νεωτέρας: ἐὰν δὲ δυτικώτερος, πρὸς πρεσβυτέρας πρεσβυτέρους. ἐὰν δὲ καὶ ἐν τοῖς ἐπικοίνοις ζῳδίοις ὦσιν τῆς Ἀφροδίτης καὶ τοῦ Κρόνου, τουτέστιν Αἰγόκερῳ καὶ Ζυγῷ, [p. 402] συγγενικὰς ποιοῦσι τὰς συνελεύσεις. ὡροσκοπήσαντι δὲ μεσουρανήσαντι τῷ προειρημένῳ σχήματι σελήνη μὲν συμπροσγενομένη ποιεῖ τοὺς μὲν ἄρρενας μητράσιν μητέρων ἀδελφαῖς μητρυιαῖς συνέρχεσθαι, τὰς δὲ θηλείας υἱοῖς υἱοῖς ἀδελφῶν θυγατέρων ἀνδράσιν: ἥλιος δὲ δυτικῶν μάλιστα ὄντων τῶν ἀστέρων τοὺς μὲν

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: