previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐνειθισμένοις, ὡς τοῖς ναυτιλλομένοις τὰς κατὰ μέρος τῶν χειμώνων καὶ τῶν πνευμάτων ἐπισημασίας, ὅσαι γίνονται κατὰ τὸ περιοδικώτερον ὑπὸ τῶν τῆς σελήνης καὶ τῶν ἀπλανῶν ἀστέρων πρὸς τὸν ἥλιον συσχηματισμῶν. παρὰ μέντοι τὸ μήτε αὐτῶν τούτων τοὺς χρόνους καὶ τοὺς τόπους ὑπὸ ἀπειρίας ἀκριβῶς δύνασθαι κατανοεῖν, μήτε τὰς τῶν πλανωμένων ἀστέρων περιόδους, πλεῖστον καὶ αὐτὰς συμβαλλομένας, τὸ πολλάκις αὐτοῖς σφάλλεσθαι συμβαίνει. τί δὴ οὖν κωλύει τὸν ἠκριβωκότα μὲν τὰς πάντων τῶν ἀστέρων καὶ ἡλίου καὶ σελήνης κινήσεις, ὅπως αὐτὸν μηδενὸς τῶν σχηματισμῶν μήτε τόπος μήτε χρόνος λανθάνοι, διειληφότα δὲ ἐκ τῆς ἔτι ἄνωθεν συνεχοῦς ἱστορίας ὡς ἐπὶ πᾶν αὐτῶν τὰς φύσεις, κἂν μὴ τὰς κατ̓ αὐτὸ τὸ ὑποκείμενον ἀλλὰ τάς γε δυνάμει ποιητικάς, οἷον ὡς τὴν τοῦ ἡλίου ὅτι θερμαίνει καὶ τὴν τῆς σελήνης ὅτι ὑγραίνει καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως, ἱκανὸν δὲ πρὸς ταῦτα τοιαῦτα ὄντα φυσικῶς ἅμα καὶ εὐστόχως ἐκ τῆς συγκράσεως πάντων τὸ ἴδιον τῆς ποιότητος διαλαβεῖν, ὡς δύνασθαι μὲν ἐφ̓ ἑκάστου τῶν διδομένων καιρῶν ἐκ [p. 12] τῆς τότε τῶν φαινομένων σχέσεως τὰς τοῦ περιέχοντος ἰδιοτροπίας εἰπεῖν, οἷον ὅτι θερμότερον ὑγρότερον ἔσται, δύνασθαι δὲ καὶ καθ̓ ἕνα ἕκαστον τῶν ἀνθρώπων τήν τε καθ̓ ὅλου ποιότητα τῆς

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: