previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


εὐστόχῳ τοξότῃ, τῷ τοῦ διασκεπτομένου λογισμῷ. πρῶτον δὲ περὶ τῶν καθ̓ ὅλου διὰ τῆς κατὰ τὴν ἐκτροπὴν ἀρχῆς θεωρουμένων ποιησόμεθα τὸν λόγον κατὰ τὴν προσήκουσαν τῆς τάξεως ἀκολουθίαν: πάντων μέν, ὡς ἔφαμεν, τῶν φύσιν ἐχόντων διὰ ταύτης λαμβάνεσθαι δυναμένων, συνεργησόντων δὲ εἴ τις ἔτι περιεργάζεσθαι θέλοι πρὸς μόνα τὰ κατ̓ αὐτὴν τὴν σύγκρισιν ἰδιώματα καὶ τῶν κατὰ τὸν τῆς σπορᾶς χρόνον διὰ τῆς αὐτῆς θεωρίας ὑποπιπτόντων ἰδιωμάτων.


Περὶ μοίρας ὡροσκοπούσης Ἐπειδὴ περὶ τοῦ πρώτου καὶ κυριωτάτου, τουτέστι τοῦ μορίου τῆς κατὰ τὴν ἐκτροπὴν ὥρας, ἀπορία γίνεται πολλάκις, μόνης μὲν ὡς ἐπὶ πᾶν τῆς δἰ ἀστρολάβων ὡροσκοπίων κατ̓ αὐτὴν τὴν ἔκτεξιν [p. 230] διοπτεύσεως τοῖς ἐπιστημονικῶς παρατηροῦσι τὸ λεπτὸν τῆς ὥρας ὑποβάλλειν δυναμένης, τῶν δ̓ ἄλλων σχεδὸν ἁπάντων ὡροσκοπίων, οἷς οἱ πλεῖστοι τῶν ἐπιμελεστέρων προσέχουσι, πολλαχῆ διαψεύδεσθαι τῆς ἀληθείας δυναμένων, τῶν μὲν ἡλιακῶν παρὰ τὰς τῶν θέσεων καὶ τῶν γνωμόνων ἐπισυμπιπτούσας διαστροφάς, τῶν δὲ δἰ ὑδρολογίων παρὰ τὰς τῆς ῥύσεως τοῦ ὕδατος ὑπὸ διαφόρων αἰτιῶν καὶ διὰ τὸ τυχὸν ἐποχάς τε καὶ ἀνωμαλίας, ἀναγκαῖον ἂν εἴη προπαραδοθῆναι τίνα ἄν τις τρόπον

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: