previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐκ τῆς τῶν ζῳδίων μορφώσεως, ἐν οἷς οἱ διειληφότες τὰ φῶτα τα κέντρα κακοποιοὶ τυγχάνουσιν. ἐὰν μὲν οὖν κἀνταῦθα μηδὲ εἷς τῶν ἀγαθοποιῶν ἀστέρων προσμαρτυρῇ μηδενὶ τῶν προειρημένων τόπων, ἄλογα καὶ ὡς ἀληθῶς αἰνιγματώδη γίνεται τέλεον: ἐὰν δὲ τοῦ Διὸς τῆς Ἀφροδίτης μαρτυρήσῃ, τιμώμενον καὶ εὔσχημον ἔσται τὸ τοῦ τέρατος ἴδιον: ὁποῖον περὶ τοὺς ἑρμαφροδίτους τοὺς καλουμένους ἁρποκρατιακοὺς καὶ τοὺς τοιούτους εἴωθε συμβαίνειν. εἰ δὲ καὶ τοῦ Ἑρμοῦ μαρτυρήσειε μετὰ τούτων μὲν καὶ ἀποφθεγγομένους καὶ διὰ τῶν τοιούτων ποριστικούς: μόνος δὲ τοῦ Ἑρμοῦ νωδοὺς καὶ [p. 264] κωφούς, εὐφυεῖς μέντοι καὶ πανούργους ἄλλως ἀπεργάζεται.


Περὶ ἀτρόφων Λοιποῦ δ̓ ὄντος εἰς τὰ κατ̓ αὐτὴν τὴν γένεσιν τοῦ περὶ ἀτρόφων λόγου, προσήκει διαλαβεῖν ὅτι πῂ μὲν τρόπος οὗτος ἔχεται τοῦ περὶ χρόνων ζωῆς λόγου, ἐπειδὴ τὸ ζητούμενον εἶδος οὐκ ἀλλότριον ἑκατέρου, πῂ δὲ κεχώρισται παρὰ τὸ κατ̓ αὐτὴν τὴν τῆς ἐπισκέψεως δύναμιν διαφέρειν πως. μὲν γὰρ περὶ χρόνων ζωῆς ἐπὶ τῶν ὅλως ἐχόντων χρόνους αἰσθητοὺς θεωρεῖται, τουτέστι μὴ ἐλάττονας ἡλιακῆς περιόδου μιᾶς: χρόνος γὰρ ἰδίως τοιοῦτος ἐνιαυτὸς καταλαμβάνεται: δυνάμει δὲ καὶ ἐλάττων τούτου, μῆνές εἰσι καὶ ἡμέραι

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: