previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καὶ τὰς κλιμακτηρικὰς καὶ τὰς ἄλλως παροδικάς, διά τε τοῦ κεκακῶσθαι τὴν ὑπάντησιν βοηθεῖσθαι κατὰ τὸν προειρημένον ἡμῖν τρόπον, καὶ διὰ τῶν καθ̓ ἕκαστον τῶν διασημαινομένων ἐκ τῆς ὑπαντήσεως χρονικῶν ἐπεμβάσεων. κεκακωμένων τε γὰρ ἅμα τῶν τόπων καὶ τῆς πρὸς τὴν ἐπέμβασιν τῶν ἐτῶν παρόδου τῶν ἀστέρων κακοποιούσης τοὺς κυριωτάτους τόπους, ἄντικρυς θανάτους ὑπονοητέον: τοῦ δ̓ ἑτέρου τούτων φιλανθρωποῦντος κλιμακτῆρας μεγάλους καὶ ἐπισφαλεῖς: ἀμφοτέρων δὲ νωθρίας μόνον βλαβὰς καὶ καθαιρέσεις παροδικάς, τῆς καὶ ἐν τούτοις ἰδιότητος λαμβανομένης ἀπὸ τῆς τῶν ὑπαντικῶν τόπων πρὸς τὰ τῆς γενέσεως πράγματα συνοικειώσεως. οὐδὲν δὲ ἐνίοτε κωλύει, δισταζομένων τῶν τὴν ἀναιρετικὴν κυρίαν λαμβάνειν ὀφειλόντων, τὰς καθ̓ ἕκαστον αὐτῶν ὑπαντήσεις ἐπιλογιζομένους [p. 306] ἤτοι ταῖς μάλιστα πρὸς τὰ ἐκβάντα ἤδη τῶν συμπτωμάτων συμφωνούσαις καὶ πρὸς τὰ μέλλοντα κατακολουθεῖν, πρὸς ἁπάσας ὡς κατ̓ ἰσότητα τῆς δυνάμεως ἰσχυούσας παρατηρητικῶς ἔχειν, τὸ μᾶλλον καὶ ἧττον αὐτῶν κατὰ τὸν αὐτὸν τρόπον ἐπισκεπτομένους.


Περὶ μορφῆς καὶ κράσεως σωματικῆς Ἐφοδευομένης δὲ καὶ τῆς τοῦ περὶ χρόνων ζωῆς

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: