previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καὶ εὐλαβέστερον καὶ ἀνεπιφανέστερον. Συμβάλλεται δέ πως καὶ ἥλιος συνοικειωθεὶς τῷ τῆς ψυχικῆς κράσεως οἰκοδεσποτήσαντι, κατὰ μὲν τὸ ἔνδοξον πάλιν τῆς διαθέσεως ἐπὶ τὸ δικαιότερον [p. 362] καὶ ἀνυστικώτερον καὶ τιμητικώτερον καὶ σεμνότερον καὶ θεοσεβέστερον: κατὰ δὲ τὸ ἐναντίον καὶ ἀνοίκειον ἐπὶ τὸ ταπεινότερον καὶ ἐπιπονώτερον καὶ ἀσημότερον καὶ ὠμότερον καὶ μονογνωμονέστερον καὶ αὐστηρότερον καὶ δυσδιαγωγότερον καὶ ὅλως ἐπὶ τὸ δυσκατορθώτερον.


Περὶ παθῶν ψυχικῶν Ἐπεὶ δὲ τοῖς τῆς ψυχῆς ἰδιώμασιν ἀκολουθεῖ πως καὶ περὶ τῶν ἐξαιρέτων αὐτῆς παθῶν λόγος, καθ̓ ὅλου μὲν πάλιν ἐπισημαίνεσθαι καὶ παρατηρεῖν προσήκει τόν τε τοῦ Ἑρμοῦ ἀστέρα καὶ τὴν σελήνην, πῶς ἔχουσι πρός τε ἀλλήλους καὶ τὰ κέντρα καὶ τοὺς πρὸς κάκωσιν οἰκείους τῶν ἀστέρων: ὡς ἐάν τε αὐτοὶ ἀσύνδετοι ὄντες πρὸς ἀλλήλους, ἐάν τε πρὸς τὸν ἀνατολικὸν ὁρίζοντα, καθυπερτερηθῶσιν ἐμπερισχεθῶσιν διαμηκισθῶσιν ὑπὸ τῶν ἀνοικείως καὶ βλαπτικῶς ἐσχηματισμένων, ποικίλων παθῶν περὶ τὰς ψυχικὰς ἰδιοτροπίας συμπιπτόντων εἰσὶ ποιητικοί, τῆς διακρίσεως αὐτῶν πάλιν θεωρουμένης ἀπὸ τῆς προκατειλημμένης τῶν τοῖς τόποις συνοικειωθέντων ἀστέρων ἰδιοτροπίας.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: