previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μόνον ἔσονται ζωῆς καὶ θανάτου κύριοι. ἐὰν δὲ πρὸς τούτοις μηδὲ οἱ δορυφοροῦντες ἀστέρες ἐπίκεντροι ὦσιν μαρτυρήσωσι τοῖς κέντροις, μεγάλοι μόνον ἔσονται καὶ ἐν ἀξιώμασι τοῖς ἀπὸ μέρους στεμματηφορικοῖς ἐπιτροπικοῖς στρατοπεδαρχικοῖς καὶ οὐχὶ τοῖς ἡγεμονικοῖς. ἐὰν δὲ τὰ φῶτα μὴ ἐπίκεντρα, τῶν δὲ δορυφορούντων ἀστέρων οἱ πλεῖστοι ἤτοι ἐπίκεντροι ὦσιν συσχηματίζωνται τοῖς κέντροις, ἐν ἀξιώμασι μὲν ἐπιφανεστέροις οὐ γενήσονται, ἐν προαγωγαῖς δὲ πολιτικαῖς καὶ μετριότητι περὶ τὰς κατὰ τὸν βίον προλήψεις: μηδὲ τῶν δορυφορούντων μέντοι τοῖς κέντροις συνοικειωθέντων ἀνεπίφαντοι ταῖς πράξεσι καὶ ἀπρόκοποι καθίστανται: τέλειον δὲ ταπεινοὶ καὶ κακοδαίμονες γίνονται ταῖς τύχαις ὅταν μηδέτερον τῶν φωτῶν μήτε κεκεντρωμένον μήτ̓ ἐν ἀρρενικῷ ζῳδίῳ τυγχάνῃ μήτε δορυφορῆται ὑπὸ τῶν ἀγαθοποιῶν. μὲν οὖν καθ̓ ὅλου τύπος τῆς προκειμένης ἐπισκέψεως τοιαύτην τινὰ τὴν αὐξομείωσιν ἔχει τῶν ἀξιωμάτων: τὰς δὲ μεταξὺ τούτων καταστάσεις [p. 380] παμπληθεῖς οὔσας καταστοχαστέον ἀπὸ τῶν περὶ αὐτὸ τὸ εἶδος τῶν τε φωτῶν καὶ τῆς δορυφορίας αὐτῶν ἐπὶ μέρους ἐναλλοιώσεως καὶ τῆς κυρίας τῶν δορυφορήσεων: ταύτης γὰρ περὶ μὲν τοὺς τὴν

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: