previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


σελήνην καὶ ἀμφότερα τὰ φῶτα καταλάβωσι, τῆς μὲν τοῦ θανάτου κακώσεως ἀπὸ τῆς αὐτῶν συνελεύσεως συνισταμένης, τοῦ δὲ μεγέθους ἀπὸ [p. 432] τῆς τῶν φωτῶν ἐπιμαρτυρήσεως, τῆς δὲ ποιότητος πάλιν ἀπὸ τῆς τῶν λοιπῶν ἀστέρων συνεπιθεωρήσεως καὶ τῶν τοὺς κακοποιοὺς περιεχόντων ζῳδίων. μὲν γὰρ τοῦ Κρόνου τὸν ἥλιον παρὰ τὴν αἵρεσιν τετραγωνίσας διαμηκίσας ἐν μὲν τοῖς στερεοῖς ποιεῖ τοὺς κατὰ θλίψιν ὄχλων ἀγχόναις στραγγαλιαῖς ἀπολλυμένους: ὁμοίως δὲ κἂν δύνῃ τῆς σελήνης ἐπιφερομένης: ἐν δὲ τοῖς θηριώδεσι ζῳδίοις, ὑπὸ θηρίων διαφθειρομένους: κὰν τοῦ Διὸς ἐπιμαρτυρήσῃ κεκακωμένος καὶ αὐτός, ἐν δημοσίοις τόποις ἐπισήμοις ἡμέραις θηριομαχοῦντας: ἀνθωροσκοπήσας δὲ ὁποτέρῳ τῶν φωτῶν, ἐν εἱρκταῖς ἀπολλυμένους: τῷ δὲ τοῦ Ἑρμοῦ συσχηματισθεὶς καὶ μάλιστα περὶ τοὺς ἐν τῇ σφαίρᾳ ὄφεις τὰ χερσαῖα τῶν ζῳδίων, ἀπὸ δακέτων ἰοβόλων ἀποθνήσκοντας: Ἀφροδίτης δὲ αὐτοῖς προσγενομένης, ὑπὸ φαρμακειῶν καὶ γυναικείων ἐπιβουλῶν: ἐν Παρθένῳ δὲ καὶ Ἰχθύσιν τοῖς καθύγροις ζῳδίοις τῆς σελήνης συσχηματισθείσης, ὑποβρυχίους καὶ ἐν ὕδασιν ἀποπνιγομένους: περὶ δὲ τὴν Ἀργώ, καὶ ναυαγίοις περιπίπτοντας: ἐν δὲ τοῖς τροπικοῖς τετραπόδοις ἡλίῳ συνὼν διαμηκίσας ἀντὶ [p. 434] τοῦ ἡλίου τῷ τοῦ Ἄρεως, ὑπὸ συμπτώσεων καταλαμβανομένους:

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: