previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἐκ δὴ τούτων ἁπάντων εὐσύνοπτον ὅτι τὸ μὲν ποιὸν ἑκάστου τῶν ἀστέρων ἐπισκεπτέον ἔκ τε τῆς ἰδίας αὐτῶν φυσικῆς ἰδιοτροπίας καὶ ἔτι τῆς τῶν περιεχόντων δωδεκατημορίων, καὶ τῆς τῶν πρός τε τὸν ἥλιον καὶ τὰς γωνίας σχηματισμῶν κατὰ τὸν ἐκτεθειμένον ἡμῖν περὶ πάντων τούτων τρόπον: τὴν δὲ δύναμιν πρῶτον μὲν ἐκ τοῦ ἤτοι ἀνατολικοὺς αὐτοὺς εἶναι καὶ προσθετικοὺς ταῖς ἰδίαις κινήσεσι, [p. 116] τότε γὰρ μάλιστά εἰσιν ἰσχυροί: δυτικοὺς καὶ ἀφαιρετικούς, τότε γὰρ ἀσθενεστέραν ἔχουσι τὴν ἐνέργειαν: ἔπειτα καὶ ἐκ τοῦ πως ἔχειν πρὸς τὸν ὁρίζοντα, μεσουρανοῦντες μὲν γὰρ ἐπιφερόμενοι τῷ μεσουρανήματι μάλιστά εἰσι δυναμικοί: δεύτερον δὲ ὅταν ἐπ̓ αὐτοῦ τοῦ ὁρίζοντος ὦσιν ἐπαναφέρωνται, καὶ μᾶλλον ὅταν ἐπὶ τοῦ ἀνατολικοῦ, ἧττον δὲ ὅταν ὑπὸ γῆν μεσουρανῶσιν ἄλλως συσχηματίζωνται τῷ ἀνατέλλοντι τόπῳ: μὴ οὕτω δὲ ἔχοντες ἀδύναμοι παντελῶς τυγχάνουσιν.


προοίμιον

Τὰ μὲν δὴ κυριώτερα τῶν πινακικῶς προεκτεθειμένων νῦν εἰς τὴν τῶν κατὰ μέρος προρρήσεων ἐπίσκεψιν ὡς ἐν κεφαλαίοις μέχρι τοσούτων ἡμῖν ἐφοδευέσθω, συνάψωμεν δὲ ἤδη κατὰ τὸ ἑξῆς τῆς ἀκολουθίας τὰς καθ̓ ἕκαστα τῶν εἰς τὸ δυνατὸν τῆς τοιαύτης προρρήσεως ἐμπιπτόντων πραγματείας, ἐχόμενοι πανταχῆ τῆς κατὰ τὸν φυσικὸν τρόπον ὑφηγήσεως. Εἰς δύο τοίνυν τὰ μέγιστα καὶ κυριώτατα μέρη διαιρουμένου τοῦ δἰ ἀστρονομίας προγνωστικοῦ, καὶ πρώτου μὲν ὄντος καὶ γενικωτέρου τοῦ καθ̓ [p. 118]

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: