previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τῶν ὄντων φθορὰς σωματικὰς καὶ νοσοποιούς, ὑφ̓ ὧν καὶ οἱ χρησάμενοι τῶν ἀνθρώπων συνδιατιθέμενοι διαφθείρονται. περὶ δὲ τὴν τοῦ ἀέρος κατάστασιν ψύχη φοβερὰ παγώδη καὶ ὁμιχλώδη καὶ λοιμικά, δυσαερίας τε καὶ συννεφίας καὶ ζόφους: ἔτι δὲ νιφετῶν πλῆθος οὐκ ἀγαθῶν ἀλλὰ φθοροποιῶν, ἀφ̓ ὧν καὶ τὰ κακοῦντα τὴν ἀνθρωπίνην φύσιν τῶν ἑρπετῶν συγκρίνεται. περὶ δὲ ποταμοὺς θαλάττας κοινῶς μὲν χειμῶνας καὶ στόλων ναυάγια καὶ δυσπλοίας καὶ τῶν ἰχθύων ἔνδειαν καὶ φθοράν, ἰδίως δὲ ἐν μὲν θαλάτταις ἀμπώτεις καὶ παλιρροίας, ἐπὶ δὲ ποταμῶν ὑπερμετρίαν καὶ κάκωσιν τῶν ποταμίων ὑδάτων. πρὸς δὲ τοὺς τῆς γῆς καρποὺς ἔνδειαν καὶ σπάνιν καὶ ἀπώλειαν μάλιστα τῶν εἰς τὰς ἀναγκαίας χρείας γινομένων ἤτοι ὑπὸ κάμπης ἀκρίδος κατακλυσμῶν ὑδάτων ὄμβρων ἐπιφορᾶς χαλάζης τῶν τοιούτων, ὡς καὶ μέχρι λιμοῦ φθάνειν καὶ τῆς τοιαύτης τῶν ἀνθρώπων ἀπωλείας. [p. 182] δὲ τοῦ Διὸς μόνος τὴν κυρίαν λαχὼν καθ̓ ὅλου μὲν αὐξήσεώς ἐστι ποιητικός, ἰδίως δὲ περὶ μὲν ἀνθρώπους γενομένου τοῦ ἀποτελέσματος δόξας ἀποτελεῖ καὶ εὐετηρίας καὶ εὐθηνίας καὶ καταστάσεις εἰρηνικὰς καὶ τῶν ἐπιτηδείων αὐξήσεις, εὐεξίας τε σωματικὰς καὶ ψυχικάς: ἔτι δὲ εὐεργεσίας τε καὶ δωρεὰς ἀπὸ τῶν βασιλευόντων, αὐτῶν τε ἐκείνων αὐξήσεις καὶ μεγαλειότητας καὶ μεγαλοψυχίας. καθ̓ ὅλου τε εὐδαιμονίας ἐστὶν αἴτιος. περὶ δὲ τὰ ἄλογα ζῷα τῶν μὲν εἰς χρῆσιν ἀνθρωπίνην δαψίλειαν καὶ πολυπληθίαν ποιεῖ, τῶν δὲ εἰς τὸ ἐναντίον φθοράν τε καὶ ἀπώλειαν. εὔκρατον δὲ τὴν τῶν ἀέρων κατάστασιν καὶ ὑγιεινὴν καὶ πνευματώδη καὶ ὑγρὰν καὶ θρεπτικὴν τῶν ἐπιγείων ἀπεργάζεται, στόλων τε εὐπλοίας καὶ ποταμῶν συμμέτρους ἀναβάσεις καὶ τῶν καρπῶν δαψίλειαν καὶ ὅσα τούτοις παραπλήσια.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: