previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἀπὸ δὲ τῆς περὶ τὸν Καρκίνον τὸ θέρος, ἀπὸ δὲ τῆς περὶ τὰς Χηλὰς τὸ μετόπωρον, ἀπὸ δὲ τῆς περὶ τὸν Αἰγόκερων τὸν χειμῶνα. τὰς μὲν γὰρ καθ̓ ὅλου τῶν ὡρῶν ποιότητας καὶ καταστάσεις ἥλιος ποιεῖ, καθ̓ ἃς καὶ οἱ παντελῶς ἄπειροι μαθημάτων πρόγνωσιν ἔχουσι τοῦ μέλλοντος. Ἔτι δὲ καὶ τὰς τῶν ζῳδίων ἰδιοτροπίας εἴς τε τὰς παρασημασίας ἀνέμων τε καὶ τῶν ὁλοσχερεστέρων φύσεων παραληπτέον. τὰς δ̓ ἐν τῷ μᾶλλον ἧττον κατὰ καιροὺς ἐναλλοιώσεις καθ̓ ὅλου μὲν πάλιν αἱ περὶ τὰ προειρημένα σημεῖα γινόμεναι συζυγίαι καὶ οἱ τῶν πλανήτων πρὸς αὐτὰς σχηματισμοὶ δεικνύουσι, κατὰ μέρος δὲ καὶ αἱ καθ̓ ἕκαστον δωδεκατημόριον σύνοδοι καὶ πανσέληνοι καὶ τῶν ἀστέρων ἐπιπορεύσεις, ἢν δὴ μηνιαίαν ἐπίσκεψιν ἄν τις προσαγορεύοι. Προεκτεθῆναι δ̓ ὀφειλόντων εἰς τοῦτο καὶ τῶν ἐν μέρει κατὰ ζῴδιον πρὸς τὰ ἐνιαύσια καταστήματα τῶν φυσικῶν ἰδιωμάτων καὶ ἔτι τῶν καθ̓ ἕκαστον [p. 200] ἀστέρων, τὴν μὲν τῶν πλανήτων καὶ τῶν τῆς ὁμοίας κράσεως ἀπλανῶν πρὸς τοὺς ἀέρας τε καὶ τοὺς ἀνέμους συνοικείωσιν καὶ ἔτι τὴν τῶν ὅλων δωδεκατημορίων πρός τε τοὺς ἀνέμους καὶ τὰς ὥρας, ἕκαστα δεδηλώκαμεν ἐν τοῖς ἔμπροσθεν. ὑπόλοιπον

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: