previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἔτι τοιγαροῦν τελευταίας συνθήκας ποιοῦνται Ῥωμαῖοι κατὰ τὴν Πύρρου διάβασιν πρὸ τοῦ συστήσασθαι τοὺς Καρχηδονίους τὸν περὶ Σικελίας πόλεμον: [2] ἐν αἷς τὰ μὲν ἄλλα τηροῦσι πάντα κατὰ τὰς ὑπαρχούσας ὁμολογίας, πρόσκειται δὲ τούτοις τὰ ὑπογεγραμμένα. [3] "1ἐὰν συμμαχίαν ποιῶνται πρὸς "1Πύρρον ἔγγραπτον, ποιείσθωσαν ἀμφότεροι, ἵνα "1ἐξῇ βοηθεῖν ἀλλήλοις ἐν τῇ τῶν πολεμουμένων " [4] 1χώρᾳ: ὁπότεροι δ᾽ ἂν χρείαν ἔχωσι τῆς βοηθείας, "1τὰ πλοῖα παρεχέτωσαν Καρχηδόνιοι καὶ εἰς τὴν "1ὁδὸν καὶ εἰς τὴν ἄφοδον, τὰ δὲ ὀψώνια τοῖς αὑ" [5] 1τῶν ἑκάτεροι. Καρχηδόνιοι δὲ καὶ κατὰ θάλατταν "1Ῥωμαίοις βοηθείτωσαν, ἂν χρεία . τὰ δὲ πληρώ"1ματα μηδεὶς ἀναγκαζέτω ἐκβαίνειν ἀκουσίως."2

τὸν δ᾽ ὅρκον ὀμνύειν ἔδει τοιοῦτον, [6] ἐπὶ μὲν τῶν πρώτων συνθηκῶν Καρχηδονίους μὲν τοὺς θεοὺς τοὺς πατρῴους, Ῥωμαίους δὲ Δία λίθον κατά τι παλαιὸν ἔθος, ἐπὶ δὲ τούτων τὸν Ἄρην καὶ τὸν Ἐνυάλιον. [7] ἔστι δὲ τὸ Δία λίθον τοιοῦτον: λαβὼν εἰς τὴν χεῖρα λίθον ποιούμενος τὰ ὅρκια περὶ τῶν συνθηκῶν, ἐπειδὰν ὀμόσῃ δημοσίᾳ πίστει, λέγει τάδε: " [8] 1εὐορκοῦντι μέν μοι εἴη τἀγαθά: εἰ δ᾽ ἄλλως διανοηθείην τι πράξαιμι, πάντων τῶν ἄλλων σῳζομένων ἐν ταῖς ἰδίαις πατρίσιν, ἐν τοῖς ἰδίοις νόμοις, ἐπὶ τῶν ἰδίων βίων, ἱερῶν, τάφων, ἐγὼ μόνος ἐκπέσοιμι οὕτως ὡς ὅδε λίθος νῦν. [9] "2 καὶ ταῦτ᾽ εἰπὼν ῥίπτει τὸν λίθον ἐκ τῆς χειρός.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
hide References (3 total)
  • Cross-references to this page (3):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: