previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οὕτω μὲν οὖν φίλαυτον εἶναι δεῖ, καθάπερ εἴρηται: ὡς δ᾽ οἱ πολλοί, οὐ χρή.

ἀμφισβητεῖται δὲ καὶ περὶ τὸν εὐδαίμονα, εἰ δεήσεται φίλων μή. οὐθὲν γάρ φασι δεῖν φίλων τοῖς μακαρίοις καὶ αὐτάρκεσιν: ὑπάρχειν γὰρ αὐτοῖς τἀγαθά: αὐτάρκεις οὖν ὄντας οὐδενὸς προσδεῖσθαι, τὸν δὲ φίλον, ἕτερον αὐτὸν ὄντα, πορίζειν δι᾽ αὑτοῦ ἀδυνατεῖ: ὅθενὅταν δαίμων εὖ διδῷ, τί δεῖ φίλων;

1 ἔοικε δ᾽ ἀτόπῳ τὸ πάντ᾽ ἀπονέμοντας τἀγαθὰ τῷ εὐδαίμονι φίλους μὴ ἀποδιδόναι, δοκεῖ τῶν ἐκτὸς ἀγαθῶν μέγιστον εἶναι. εἴ τε φίλου μᾶλλόν ἐστι τὸ εὖ ποιεῖν πάσχειν, καὶ ἔστι τοῦ ἀγαθοῦ καὶ τῆς ἀρετῆς τὸ εὐεργετεῖν, κάλλιον δ᾽ εὖ ποιεῖν φίλους ὀθνείων, τῶν εὖ πεισομένων δεήσεται σπουδαῖος. διὸ καὶ ἐπιζητεῖται πότερον ἐν εὐτυχίαις μᾶλλον δεῖ φίλων ἐν ἀτυχίαις, ὡς καὶ τοῦ ἀτυχοῦντος δεομένου τῶν εὐεργετησόντων καὶ τῶν εὐτυχούντων οὓς εὖ ποιήσουσιν. ἄτοπον δ᾽ ἴσως καὶ τὸ μονώτην ποιεῖν τὸν μακάριον: οὐδεὶς γὰρ ἕλοιτ᾽ ἂν καθ᾽ αὑτὸν τὰ πάντ᾽ ἔχειν ἀγαθά: πολιτικὸν γὰρ ἄνθρωπος καὶ συζῆν πεφυκός. καὶ τῷ εὐδαίμονι δὴ τοῦθ᾽ ὑπάρχει: τὰ γὰρ τῇ φύσει ἀγαθὰ ἔχει, δῆλον δ᾽ ὡς μετὰ φίλων καὶ ἐπιεικῶν κρεῖττον μετ᾽ ὀθνείων καὶ τῶν τυχόντων συνημερεύειν. δεῖ ἄρα τῷ εὐδαίμονι φίλων. τί οὖν λέγουσιν οἱ πρῶτοι, καὶ πῇ ἀληθεύουσιν; ὅτι οἱ πολλοὶ φίλους οἴονται τοὺς χρησίμους εἶναι; τῶν τοιούτων μὲν οὖν οὐδὲν δεήσεται μακάριος, ἐπειδὴ τἀγαθὰ ὑπάρχει αὐτῷ: οὐδὲ δὴ τῶν διὰ τὸ ἡδύ, ἐπὶ μικρόνἡδὺς γὰρ βίος ὢν οὐδὲν δεῖται ἐπεισάκτου ἡδονῆς): οὐ δεόμενος δὲ τῶν τοιούτων φίλων οὐ δοκεῖ δεῖσθαι φίλων. τὸ δ᾽ οὐκ ἔστιν ἴσως ἀληθές. ἐν ἀρχῇ γὰρ εἴρηται ὅτι εὐδαιμονία ἐνέργειά τις ἐστίν, δ᾽ ἐνέργεια δῆλον ὅτι γίνεται καὶ οὐχ ὑπάρχει ὥσπερ κτῆμά τι. εἰ δὲ τὸ εὐδαιμονεῖν ἐστὶν ἐν τῷ ζῆν καὶ ἐνεργεῖν, τοῦ δ᾽ ἀγαθοῦ ἐνέργεια σπουδαία καὶ ἡδεῖα καθ᾽ αὑτήν, καθάπερ ἐν ἀρχῇ εἴρηται, ἔστι δὲ καὶ τὸ οἰκεῖον τῶν ἡδέων, θεωρεῖν δὲ μᾶλλον τοὺς πέλας δυνάμεθα ἑαυτοὺς καὶ τὰς ἐκείνων πράξεις τὰς οἰκείας, αἱ τῶν σπουδαίων δὲ πράξεις φίλων ὄντων ἡδεῖαι τοῖς ἀγαθοῖς

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
hide References (1 total)
  • Cross-references in notes from this page (1):
    • Euripides, Orestes, 665
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: