previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ οἱ μοιχοὶ δὲ διὰ τὴν ἐπιθυμίαν τολμηρὰ πολλὰ δρῶσιν. οὐ δή ἐστιν ἀνδρεῖα τὰ δι᾽ ἀλγηδόνος θυμοῦ ἐξελαυνόμενα πρὸς τὸν κίνδυνον. φυσικωτάτη δ᾽ ἔοικεν διὰ τὸν θυμὸν εἶναι, καὶ προσλαβοῦσα προαίρεσιν καὶ τὸ οὗ ἕνεκα ἀνδρεία εἶναι. καὶ οἱ ἄνθρωποι δὴ ὀργιζόμενοι μὲν ἀλγοῦσι, τιμωρούμενοι δ᾽ ἥδονται: οἱ δὲ διὰ ταῦτα μαχόμενοι μάχιμοι μέν, οὐκ ἀνδρεῖοι δέ: οὐ γὰρ διὰ τὸ καλὸν οὐδ᾽ ὡς λόγος, ἀλλὰ διὰ πάθος: παραπλήσιον δ᾽ ἔχουσί τι. οὐδὲ δὴ οἱ εὐέλπιδες ὄντες ἀνδρεῖοι: διὰ γὰρ τὸ πολλάκις καὶ πολλοὺς νενικηκέναι θαρροῦσιν ἐν τοῖς κινδύνοις: παρόμοιοι δέ, ὅτι ἄμφω θαρραλέοι: ἀλλ᾽ οἱ μὲν ἀνδρεῖοι διὰ τὰ πρότερον εἰρημένα θαρραλέοι, οἳ δὲ διὰ τὸ οἴεσθαι κράτιστοι εἶναι καὶ μηθὲν ἂν παθεῖν. τοιοῦτον δὲ ποιοῦσι καὶ οἱ μεθυσκόμενοι: εὐέλπιδες γὰρ γίνονται. ὅταν δὲ αὐτοῖς μὴ συμβῇ τὰ τοιαῦτα, φεύγουσιν: ἀνδρείου δ᾽ ἦν τὰ φοβερὰ ἀνθρώπῳ ὄντα καὶ φαινόμενα ὑπομένειν, ὅτι καλὸν καὶ αἰσχρὸν τὸ μή. διὸ καὶ ἀνδρειοτέρου δοκεῖ εἶναι τὸ ἐν τοῖς αἰφνιδίοις φόβοις ἄφοβον καὶ ἀτάραχον εἶναι ἐν τοῖς προδήλοις: ἀπὸ ἕξεως γὰρ μᾶλλον ἦν, ὅτι ἧττον ἐκ παρασκευῆς: τὰ προφανῆ μὲν γὰρ κἂν ἐκ λογισμοῦ καὶ λόγου τις προέλοιτο, τὰ δ᾽ ἐξαίφνης κατὰ τὴν ἕξιν. ἀνδρεῖοι δὲ φαίνονται καὶ οἱ ἀγνοοῦντες, καὶ εἰσὶν οὐ πόρρω τῶν εὐελπίδων, χείρους δ᾽ ὅσῳ ἀξίωμα οὐδὲν ἔχουσιν, ἐκεῖνοι δέ. διὸ καὶ μένουσί τινα χρόνον: οἱ δ᾽ ἠπατημένοι, ἐὰν γνῶσιν ὅτι ἕτερον ὑποπτεύσωσι, φεύγουσιν: ὅπερ οἱ Ἀργεῖοι ἔπαθον περιπεσόντες τοῖς Λάκωσιν ὡς Σικυωνίοις. οἵ τε δὴ ἀνδρεῖοι εἴρηνται ποῖοί τινες, καὶ οἱ δοκοῦντες ἀνδρεῖοι.

περὶ θάρρη δὲ καὶ φόβους ἀνδρεία οὖσα οὐχ ὁμοίως περὶ ἄμφω ἐστίν, ἀλλὰ μᾶλλον περὶ τὰ φοβερά: γὰρ ἐν τούτοις ἀτάραχος καὶ περὶ ταῦθ᾽ ὡς δεῖ ἔχων ἀνδρεῖος μᾶλλον περὶ τὰ θαρραλέα. τῷ δὴ τὰ λυπηρὰ ὑπομένειν, ὡς εἴρηται, ἀνδρεῖοι λέγονται. διὸ καὶ ἐπίλυπον ἀνδρεία, καὶ δικαίως ἐπαινεῖται: χαλεπώτερον γὰρ τὰ λυπηρὰ ὑπομένειν τῶν ἡδέων ἀπέχεσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: