previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

εἰσὶ δ᾽ οὖν αἱ εἰρημέναι φιλίαι ἐν ἰσότητι: τὰ γὰρ αὐτὰ γίνεται ἀπ᾽ ἀμφοῖν καὶ βούλονται ἀλλήλοις, ἕτερον ἀνθ᾽ ἑτέρου καταλλάττονται, οἷον ἡδονὴν ἀντ᾽ ὠφελείας: ὅτι δὲ καὶ ἧττόν εἰσιν αὗται φιλίαι καὶ μένουσιν, εἴρηται. δοκοῦσι δὲ καὶ δι᾽ ὁμοιότητα καὶ ἀνομοιότητα ταὐτοῦ εἶναί τε καὶ οὐκ εἶναι φιλίαι: καθ᾽ ὁμοιότητα γὰρ τῆς κατ᾽ ἀρετὴν φαίνονται φιλίαι μὲν γὰρ τὸ ἡδὺ ἔχει δὲ τὸ χρήσιμον, ταῦτα δ᾽ ὑπάρχει κἀκείνῃ), τῷ δὲ τὴν μὲν ἀδιάβλητον καὶ μόνιμον εἶναι, ταύτας δὲ ταχέως μεταπίπτειν ἄλλοις τε διαφέρειν πολλοῖς, οὐ φαίνονται φιλίαι, δι᾽ ἀνομοιότητα ἐκείνης. ἕτερον δ᾽ ἐστὶ φιλίας εἶδος τὸ καθ᾽ ὑπεροχήν, οἷον πατρὶ πρὸς υἱὸν καὶ ὅλως πρεσβυτέρῳ πρὸς νεώτερον, ἀνδρί τε πρὸς γυναῖκα καὶ παντὶ ἄρχοντι πρὸς ἀρχόμενον. διαφέρουσι δ᾽ αὗται καὶ ἀλλήλων: οὐ γὰρ αὐτὴ γονεῦσι πρὸς τέκνα καὶ ἄρχουσι πρὸς ἀρχομένους, ἀλλ᾽ οὐδὲ πατρὶ πρὸς υἱὸν καὶ υἱῷ πρὸς πατέρα, οὐδ᾽ ἀνδρὶ πρὸς γυναῖκα καὶ γυναικὶ πρὸς ἄνδρα. ἑτέρα γὰρ ἑκάστου τούτων ἀρετὴ καὶ τὸ ἔργον, ἕτερα δὲ καὶ δι᾽ φιλοῦσιν: ἕτεραι οὖν καὶ αἱ φιλήσεις καὶ αἱ φιλίαι. ταὐτὰ μὲν δὴ οὔτε γίνεται ἑκατέρῳ παρὰ θατέρου οὔτε δεῖ ζητεῖν: ὅταν δὲ γονεῦσι μὲν τέκνα ἀπονέμῃ δεῖ τοῖς γεννήσασι, γονεῖς δὲ υἱέσιν δεῖ τοῖς τέκνοις, μόνιμος τῶν τοιούτων καὶ ἐπιεικὴς ἔσται φιλία. ἀνάλογον δ᾽ ἐν πάσαις ταῖς καθ᾽ ὑπεροχὴν οὔσαις φιλίαις καὶ τὴν φίλησιν δεῖ γίνεσθαι, οἷον τὸν ἀμείνω μᾶλλον φιλεῖσθαι φιλεῖν, καὶ τὸν ὠφελιμώτερον, καὶ τῶν ἄλλων ἕκαστον ὁμοίως: ὅταν γὰρ κατ᾽ ἀξίαν φίλησις γίνηται, τότε γίνεταί πως ἰσότης, δὴ τῆς φιλίας εἶναι δοκεῖ.

οὐχ ὁμοίως δὲ τὸ ἴσον ἔν τε τοῖς δικαίοις καὶ ἐν τῇ φιλίᾳ φαίνεται ἔχειν: ἔστι γὰρ ἐν μὲν τοῖς δικαίοις ἴσον πρώτως τὸ κατ᾽ ἀξίαν, τὸ δὲ κατὰ ποσὸν δευτέρως, ἐν δὲ τῇ φιλίᾳ τὸ μὲν κατὰ ποσὸν πρώτως, τὸ δὲ κατ᾽ ἀξίαν δευτέρως. δῆλον δ᾽, ἂν πολὺ διάστημα γένηται ἀρετῆς κακίας εὐπορίας τινος ἄλλου: οὐ γὰρ ἔτι φίλοι εἰσὶν ἀλλ᾽ οὐδ᾽ ἀξιοῦσιν. ἐμφανέστατον δὲ τοῦτ᾽ ἐπὶ τῶν θεῶν: πλεῖστον γὰρ οὗτοι πᾶσι τοῖς ἀγαθοῖς ὑπερέχουσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: