previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

δὲ διὰ τὸ ἡδὺ ὁμοίωμα ταύτης ἔχει: καὶ γὰρ οἱ ἀγαθοὶ ἡδεῖς ἀλλήλοις. ὁμοίως δὲ καὶ διὰ τὸ χρήσιμον: καὶ γὰρ τοιοῦτοι ἀλλήλοις οἱ ἀγαθοί. μάλιστα δὲ καὶ ἐν τούτοις αἱ φιλίαι μένουσιν, ὅταν τὸ αὐτὸ γίνηται παρ᾽ ἀλλήλων, οἷον ἡδονή, καὶ μὴ μόνον οὕτως ἀλλὰ καὶ ἀπὸ τοῦ αὐτοῦ, οἷον τοῖς εὐτραπέλοις, καὶ μὴ ὡς ἐραστῇ καὶ ἐρωμένῳ. οὐ γὰρ ἐπὶ τοῖς αὐτοῖς ἥδονται οὗτοι, ἀλλ᾽ μὲν ὁρῶν ἐκεῖνον, δὲ θεραπευόμενος ὑπὸ τοῦ ἐραστοῦ: ληγούσης δὲ τῆς ὥρας ἐνίοτε καὶ φιλία λήγειτῷ μὲν γὰρ οὐκ ἔστιν ἡδεῖα ὄψις, τῷ δ᾽ οὐ γίνεται θεραπεία): πολλοὶ δ᾽ αὖ διαμένουσιν, ἐὰν ἐκ τῆς συνηθείας τὰ ἤθη στέρξωσιν, ὁμοήθεις ὄντες. οἱ δὲ μὴ τὸ ἡδὺ ἀντικαταλλαττόμενοι ἀλλὰ τὸ χρήσιμον ἐν τοῖς ἐρωτικοῖς καὶ εἰσὶν ἧττον φίλοι καὶ διαμένουσιν. οἱ δὲ διὰ τὸ χρήσιμον ὄντες φίλοι ἅμα τῷ συμφέροντι διαλύονται: οὐ γὰρ ἀλλήλων ἦσαν φίλοι ἀλλὰ τοῦ λυσιτελοῦς. δι᾽ ἡδονὴν μὲν οὖν καὶ διὰ τὸ χρήσιμον καὶ φαύλους ἐνδέχεται φίλους ἀλλήλοις εἶναι καὶ ἐπιεικεῖς φαύλοις καὶ μηδέτερον ὁποιῳοῦν, δι᾽ αὑτοὺς δὲ δῆλον ὅτι μόνους τοὺς ἀγαθούς: οἱ γὰρ κακοὶ οὐ χαίρουσιν ἑαυτοῖς, εἰ μή τις ὠφέλεια γίνοιτο. καὶ μόνη δὲ τῶν ἀγαθῶν φιλία ἀδιάβλητός ἐστιν: οὐ γὰρ ῥᾴδιον οὐδενὶ πιστεῦσαι περὶ τοῦ ἐν πολλῷ χρόνῳ ὑφ᾽ αὑτοῦ δεδοκιμασμένου: καὶ τὸ πιστεύειν ἐν τούτοις, καὶ τὸ μηδέποτ᾽ ἂν ἀδικῆσαι, καὶ ὅσα ἄλλα ἐν τῇ ὡς ἀληθῶς φιλίᾳ ἀξιοῦται. ἐν δὲ ταῖς ἑτέραις οὐδὲν κωλύει τὰ τοιαῦτα γίνεσθαι. ἐπεὶ γὰρ οἱ ἄνθρωποι λέγουσι φίλους καὶ τοὺς διὰ τὸ χρήσιμον, ὥσπερ αἱ πόλειςδοκοῦσι γὰρ αἱ συμμαχίαι ταῖς πόλεσι γίνεσθαι ἕνεκα τοῦ συμφέροντος), καὶ τοὺς δι᾽ ἡδονὴν ἀλλήλους στέργοντας, ὥσπερ οἱ παῖδες, ἴσως λέγειν μὲν δεῖ καὶ ἡμᾶς φίλους τοὺς τοιούτους, εἴδη δὲ τῆς φιλίας πλείω, καὶ πρώτως μὲν καὶ κυρίως τὴν τῶν ἀγαθῶν ἀγαθοί, τὰς δὲ λοιπὰς καθ᾽ ὁμοιότητα: γὰρ ἀγαθόν τι καὶ ὅμοιόν τι, ταύτῃ φίλοι: καὶ γὰρ τὸ ἡδὺ ἀγαθὸν τοῖς φιληδέσιν. οὐ πάνυ δ᾽ αὗται συνάπτουσιν, οὐδὲ γίνονται οἱ αὐτοὶ φίλοι διὰ τὸ χρήσιμον καὶ διὰ τὸ ἡδύ: οὐ γὰρ πάνυ συνδυάζεται τὰ κατὰ συμβεβηκός.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: