previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καθ᾽ ἃς λέγομεν συνετοὺς καὶ εὐσυνέτους, οὔθ᾽ ὅλως τὸ αὐτὸ ἐπιστήμῃ δόξῃπάντες γὰρ ἂν ἦσαν συνετοίοὔτε τις μία τῶν κατὰ μέρος ἐπιστημῶν, οἷον ἰατρικὴ περὶ ὑγιεινῶν, γεωμετρία περὶ μεγέθη: οὔτε γὰρ περὶ τῶν ἀεὶ ὄντων καὶ ἀκινήτων σύνεσίς ἐστιν οὔτε περὶ τῶν γιγνομένων ὁτουοῦν, ἀλλὰ περὶ ὧν ἀπορήσειεν ἄν τις καὶ βουλεύσαιτο. διὸ περὶ τὰ αὐτὰ μὲν τῇ φρονήσει ἐστίν, οὐκ ἔστι δὲ τὸ αὐτὸ σύνεσις καὶ φρόνησις. μὲν γὰρ φρόνησις ἐπιτακτική ἐστιν: τί γὰρ δεῖ πράττειν μή, τὸ τέλος αὐτῆς ἐστίν: δὲ σύνεσις κριτικὴ μόνον. ταὐτὸ γὰρ σύνεσις καὶ εὐσυνεσία καὶ συνετοὶ καὶ εὐσύνετοι. ἔστι δ᾽ οὔτε τὸ ἔχειν τὴν φρόνησιν οὔτε τὸ λαμβάνειν σύνεσις: ἀλλ᾽ ὥσπερ τὸ μανθάνειν λέγεται συνιέναι, ὅταν χρῆται τῇ ἐπιστήμῃ, οὕτως ἐν τῷ χρῆσθαι τῇ δόξῃ ἐπὶ τὸ κρίνειν περὶ τούτων περὶ ὧν φρόνησίς ἐστιν, ἄλλου λέγοντος, καὶ κρίνειν καλῶς: τὸ γὰρ εὖ τῷ καλῶς τὸ αὐτό. καὶ ἐντεῦθεν ἐλήλυθε τοὔνομα σύνεσις, καθ᾽ ἣν εὐσύνετοι, ἐκ τῆς ἐν τῷ μανθάνειν: λέγομεν γὰρ τὸ μανθάνειν συνιέναι πολλάκις.

δὲ καλουμένη γνώμη, καθ᾽ ἣν συγγνώμονας καὶ ἔχειν φαμὲν γνώμην, τοῦ ἐπιεικοῦς ἐστὶ κρίσις ὀρθή. σημεῖον δέ: τὸν γὰρ ἐπιεικῆ μάλιστά φαμεν εἶναι συγγνωμονικόν, καὶ ἐπιεικὲς τὸ ἔχειν περὶ ἔνια συγγνώμην. δὲ συγγνώμη γνώμη ἐστὶ κριτικὴ τοῦ ἐπιεικοῦς ὀρθή: ὀρθὴ δ᾽ τοῦ ἀληθοῦς.

εἰσὶ δὲ πᾶσαι αἱ ἕξεις εὐλόγως εἰς ταὐτὸ τείνουσαι: λέγομεν γὰρ γνώμην καὶ σύνεσιν καὶ φρόνησιν καὶ νοῦν ἐπὶ τοὺς αὐτοὺς ἐπιφέροντες γνώμην ἔχειν καὶ νοῦν ἤδη καὶ φρονίμους καὶ συνετούς. πᾶσαι γὰρ αἱ δυνάμεις αὗται τῶν ἐσχάτων εἰσὶ καὶ τῶν καθ᾽ ἕκαστον: καὶ ἐν μὲν τῷ κριτικὸς εἶναι περὶ ὧν φρόνιμος, συνετὸς καὶ εὐγνώμων συγγνώμων: τὰ γὰρ ἐπιεικῆ κοινὰ τῶν ἀγαθῶν ἁπάντων ἐστὶν ἐν τῷ πρὸς ἄλλον. ἔστι δὲ τῶν καθ᾽ ἕκαστα καὶ τῶν ἐσχάτων ἅπαντα τὰ πρακτά: καὶ γὰρ τὸν φρόνιμον δεῖ γινώσκειν αὐτά, καὶ σύνεσις καὶ γνώμη περὶ τὰ πρακτά, ταῦτα δ᾽ ἔσχατα. καὶ νοῦς τῶν ἐσχάτων ἐπ᾽ ἀμφότερα: καὶ γὰρ τῶν πρώτων ὅρων καὶ τῶν ἐσχάτων

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: