Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[14]
εἶεν: ἀλλ᾽ ἐκεῖνα μὲν ἀρχαῖα καὶ παλαιά. ἀλλ᾽ ἃ πάντες ἑοράκατε, ἴσθ᾽ ὅτι πρώην Εὐβοεῦσιν ἡμερῶν τριῶν ἐβοηθήσατε καὶ Θηβαίους ὑποσπόνδους ἀπεπέμψατε. ἆρ᾽ οὖν ταῦτ᾽ ἐπράξατ᾽ ἂν οὕτως ὀξέως, εἰ μὴ ναῦς εἴχετε καινὰς ἐν αἷς ἐβοηθήσατε; ἀλλ᾽ οὐκ ἂν ἐδύνασθε. ἄλλα πόλλ᾽ ἔχοι τις ἂν εἰπεῖν ἃ τῇ πόλει γέγον᾽ ἐκ τοῦ ταύτας κατεσκευάσθαι καλῶς ἀγαθά.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.