Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
ἔστι γὰρ εἷς μὲν ὃν οἴεται τεχνικῶς ἔχειν αὐτῷ λόγος περὶ τοῦ ἀπροβουλεύτου. νόμος ἐστί, φησίν, ἐὰν ἀξίως ἡ βουλὴ δοκῇ βουλεῦσαι δωρειᾶς, διδόναι τὸν δῆμον τὴν δωρειὰν αὐτῇ. ταῦτ᾽ ἐπήρετο, φησίν, ὁ ἐπιστάτης, διεχειροτόνησεν ὁ δῆμος, ἔδοξεν. οὐδὲν δεῖ, φησί, προβουλεύματος ἐνταῦθα: κατὰ γὰρ νόμον ἦν τὰ γιγνόμενα. ἐγὼ δ᾽ αὐτὸ τοὐναντίον οἴομαι, νομίζω δὲ καὶ ὑμῖν συνδόξειν, περὶ τούτων δεῖν τὰ προβουλεύματ᾽ ἐκφέρειν μόνων περὶ ὧν κελεύουσιν οἱ νόμοι, ἐπεὶ περὶ ὧν γε μὴ κεῖνται νόμοι οὐδὲ γράφειν τὴν ἀρχὴν προσήκει οὐδὲ ἓν δήπου.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.